1

 2

 3

 4

 5

 6

 7

2

Πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε γνωρίσομέν σε ὡς ἡμέτε ρον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου, νῦν πά λιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα μὴ εὑρεθῇς μακρο τέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύ γεις τὴν κλῆσιν; Ἐπ' ἀγαθῶν μετουσίαν· τί ὑπερ βαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπά νης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ; τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλίς τις ἀπειρόζυγος; Χρηστός ἐστιν, ἐλαφρός ἐστιν· οὐ τρίβει τὸν αὐ χένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροι-στρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ, ἀφει μένος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπι χείρητος ᾖς τοῖς θηρίοις. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Γλυκύτητα μέλιτος πῶς ἀναγγείλω τοῖς ἀγνο οῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις λόγου παν 31.428 τὸς ἐναργεστέρα πρὸς πεῖραν.

Ὁ Ἰουδαῖος τὴν περιτομὴν οὐχ ὑπερτίθεται διὰ τὴν ἀπειλὴν, ὅτι Πᾶσα ψυχὴ, ἥτις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς· σὺ δὲ τὴν ἀχειροποίητον περιτομὴν ἀναβάλλῃ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς, ἐν τῷ βαπτίσματι τελειουμέ νην, αὐτοῦ τοῦ Κυρίου ἀκούσας· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ δι' ὕδατος καὶ Πνεύμα τος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Κἀκεῖ μὲν ὀδύνη καὶ ἕλκος· ἐνταῦθα δὲ δρόσος ψυ χῆς, καὶ ἕλκους καρδίας ἴαμα. Προσκυνεῖς τὸν ὑπὲρ σοῦ ἀποθανόντα; Οὐκοῦν κατάδεξαι αὐτῷ συνταφῆναι διὰ τοῦ βαπτίσματος. Ἐὰν μὴ σύμφυτος γένῃ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, πῶς κοινωνὸς γενήσῃ τῆς ἀναστάσεως; Ὁ Ἰσραὴλ ἐκεῖνος εἰς τὸν Μωϋσῆν ἐβαπτίσθη ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, σοὶ τοὺς τύπους παραδιδοὺς, καὶ χαρακτηρίζων τὴν ἐπ' ἐσχάτων τῶν καιρῶν δειχθησομένην ἀλήθειαν· σὺ δὲ περιφεύγεις τὸ βάπτισμα, οὐκ ἐν θαλάσσῃ τυπού μενον, ἀλλ' ἐν ἀληθείᾳ τελειούμενον· οὐκ ἐν νεφέλῃ, ἀλλ' ἐν τῷ Πνεύματι· οὐκ εἰς Μωϋσῆν τὸν ὁμόδουλον, ἀλλ' εἰς Χριστὸν τὸν ποιήσαντα. Ὁ Ἰσραὴλ εἰ μὴ παρῆλθε τὴν θάλασσαν, οὐκ ἂν ἐχωρίσθη τοῦ Φαραώ· καὶ σὺ, ἐὰν μὴ παρέλθῃς διὰ τοῦ ὕδατος, οὐ χωρι σθήσῃ τῆς πικρᾶς τυραννίδος τοῦ διαβόλου. Οὐκ ἂν ἔπιεν ἐκεῖνος ἐκ τῆς πνευματικῆς πέτρας, εἰ μὴ τυ πικῶς ἐβαπτίσθη· οὐδέ σοί τις δώσει τὴν ἀληθινὴν πόσιν, ἐὰν μὴ ἀληθινῶς βαπτισθῇς. Ἔφαγεν ἄρτον ἀγγέλων ἐκεῖνος μετὰ τὸ βάπτισμα· σὺ δὲ πῶς βρώσῃ τὸν ζῶντα ἄρτον, ἂν μὴ πρότερον ὑποδέξῃ τὸ βάπτισμα; Εἰσῆλθεν ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγ γελίας διὰ τὸ βάπτισμα· σὺ δὲ πῶς ἐπανέλθῃς εἰς τὸν παράδεισον, μὴ σφραγισθεὶς τῷ βαπτίσματι; Ἢ οὐκ οἶδας, ὅτι φλογίνη ῥομφαία τέτακται φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς, τοῖς μὲν ἀπίστοις φοβερὰ καὶ φλογίζουσα, τοῖς δὲ πεπιστευκόσιν εὐπρόσιτος καὶ ἵμερον ἐπιλάμπουσα; Καὶ στρέφεσθαι αὐτὴν ἐποίησεν ὁ ∆εσπότης· ὅταν μὲν γὰρ ἴδῃ πιστὸν, τὰ νῶτα δίδωσιν· ὅταν δέ τινα τῶν ἀσφραγίστων, κατὰ στόμα προσαπαντᾷ. Ἠλίας ἅρμα πυρὸς καὶ ἵππους πυρίνους πρὸς αὐ τὸν ἐλθόντας οὐ κατεπλάγη, ἀλλ' ἐπιθυμίᾳ τῆς ἄνω πορείας τῶν φοβερῶν κατετόλμησε, καὶ μετὰ περιχαρείας ἐπέβη τῶν φλογίνων ὀχημάτων, ὁ ἐν σαρκὶ ζῶν ἔτι· σὺ δὲ, οὐ πυρίνων ἁρμάτων ἐπι βήσεσθαι μέλλων, ἀλλὰ δι' ὕδατος καὶ Πνεύματος ἀνα βαίνειν εἰς τὸν οὐρανὸν, οὐκ ἐπιτρέχεις τῇ κλήσει;

Ἔδειξεν Ἠλίας τοῦ βαπτίσματος τὴν ἰσχὺν ἐπὶ τοῦ βωμοῦ τῶν ὁλοκαυτωμάτων, οὐ διὰ πυρὸς, ἀλλὰ δι' ὕδατος τὴν θυσίαν ὁλοκαυτώσας. Ἄλλως μὲν οὖν ἡ τοῦ πυρὸς φύσις τῷ ὕδατι μάχεται· ἐπειδὴ δὲ μυ 31.429 στικῶς τὸ ὕδωρ