1

 2

 3

 4

 5

 6

 7

3

τρίτον τότε τοῦ βωμοῦ κατεχύθη, ἀρχὴ ἐγένετο τῷ πυρὶ, καὶ ἐξῆψε τὴν φλόγα ὥσπερ ἔλαιον. Λάβετέ μοι, φησὶν, ὑδρίας, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· ∆ευτερώσατε, καὶ ἐδευτέρωσαν· Τρισσώ σατε, καὶ ἐτρίσσωσαν δεικνύντος τοῦ λόγου, ὅτι διὰ τοῦ βαπτίσματος τῷ Θεῷ οἰκειοῦται ὁ προσ αγόμενος, καὶ ὅτι φῶς καθαρὸν καὶ οὐράνιον ἐν ταῖς τῶν προσιόντων ψυχαῖς διὰ τῆς εἰς τὴν Τριάδα πίστεως ἀναλάμπει. Εἰ χρυσὸν τῇ ἐκκλησίᾳ διένε μον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώ σεις· ἀλλ' ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπεί γων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρθεσιν· ἐπειδὴ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτεί νεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ καὶ αἰ τίας ἀπαριθμῇ, δέον ἐπιτρέχειν τῷ δώρῳ. Ὢ τοῦ θαύ ματος! ἀνακαινίζῃ, μὴ χωνευόμενος· ἀναπλάττῃ, μὴ συντριβόμενος· θεραπεύῃ, μὴ ὀδυνώμενος, καὶ οὐ λογίζῃ τὴν χάριν. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προ εγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι; Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκι σμῶν ἀπαλλαγῆς κατεδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε, οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλω σίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ εἰσποιηθέντα διὰ τῆς χά ριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα. Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτελέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυπάθειαι;

Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; Τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμ βουλος τοῦ Θεοῦ; Τίς φρονιμώτερος τοῦ σοφοῦ; ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; Τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμβουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ ∆εσπότου. Ὢ τῆς ἀτοπίας τῶν λόγων! Οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ Βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλο γιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δη μοσίοις ὀφλήμασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύ νοις περιηγγέλθησαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχει ρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκηρύχθησαν, αὐτὸς σεαυτὸν ἀδι κῶν, ἃ μηδ' ἂν τῶν ἐχθρῶν σοί τις ἐπηρεάσατο, 31.432 οἴει προσηκόντως βεβουλεῦσθαι, καὶ λυσιτελῶς ἐντε θυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ' ἐναποθνήσκεις τοῖς ὀφλήμασι; καὶ ταῦτα εἰδὼς, ὅτι ὁ τῶν μυρίων ταλάντων χρεωφειλέτης ἔτυχεν ἂν τῆς ἀφέσεως, εἰ μὴ αὐτὸς ἑαυτῷ τὴν εἴσπραξιν ἐκ τῆς πρὸς τὸν ὁμόδουλον ἀπανθρωπίας ἀνενεώσατο.

Ὃ καὶ ἡμῖν φυλακτέον μὴ πάθωμεν, ἐπειδὰν τῆς χά ριτος τύχωμεν, μὴ ἀφιέντες τοῖς ὀφειλέταις ἡμῶν, ἵνα βέβαιον ἡμῖν παραμείνῃ τὸ δῶρον. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου τῆς ψυχῆς, ἀνακίνησόν σου τῶν πεπραγμένων τὴν μνήμην. Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει· Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευ σεν ἡ χάρις, ἐὰν δέχῃ τὴν χάριν· τῷ γὰρ ὀφείλοντι πολὺ πολὺ καὶ ἀφεθήσεται, ἵνα περισσότερον ἀγαπήσῃ. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θάνατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεν νῶς τὰ παρελθόντα διήνεγκας, καὶ ταῦτα οὔπω τῷ νόμῳ παιδαγωγούμενος; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν, ἔνθεν ὑπ' ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τὴν καρδίας; Τί παρὰ σοὶ