1

 2

 3

 4

 5

 6

 7

7

ποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελός σοι τῆς μεταμελείας οὐδέν. Σωφρονισάτω σε τὸ τῶν παρθένων ὑπόδειγμα. Ἐκεῖναι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις μὴ ἔχουσαι, ὅτε συνεισελθεῖν αὐτὰς ἐχρῆν τῷ νυμφίῳ, τότε ἐνδεῶς ἔχουσαι τῶν ἀναγκαίων ᾐσθάνοντο. ∆ιὸ καὶ μωρὰς αὐτὰς ὁ λόγος ἀπεκάλεσεν, ὅτι, τὸν και- ρὸν τῆς τοῦ ἐλαίου χρήσεως εἰς τὸ περιιέναι καὶ συμπορίζειν παραναλώσασαι, ἔλαθον ἑαυτὰς ἀποκλείσασαι τῆς φαιδρότητος τοῦ νυμφῶνος.

Μήποτε καὶ σὺ, ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, καὶ μῆνας ἐκ μηνῶν, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος, καὶ μὴ λαμβάνων τὸ ἔλαιον τὴν τροφὴν τοῦ φωτὸς, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν καὶ θλίψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑ-ρήσεις. Καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς δώσει τὸ βάπτισμα τότε; Τίς ὑπομνήσει κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους καταφρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Νὺξ καὶ ἐρημία τῶν βοηθούντων· ὁ βαπτίζων οὐ πάρεστιν. Ὁ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαιρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει; Καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ.

Μηδείς σε ἐξαπαυάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπ 31.444 άγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στενάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἲ μὲ, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἲ μὲ, τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλὰ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς τῷ πυρὶ παραδίδομαι. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρπασθῇς τοῦ βαπτίσματος. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Μὴ ἀτιμάσῃς τὴν κλῆσιν. Μὴ εἴπῃς, Ἔχε με παρητημένον διὰ τὸ καὶ τό. Οὐδεμία πρόφασις ἱκανὴ πρὸς παραίτησιν. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ τῆς Ἱερουσαλὴμ τῆς ἐπουρανίου. Ἐκεῖ ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκείνοις σεαυτὸν ἐπιθύμησον συναριθμηθῆναι, ἀπολουσάμενος καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.