1

 2

 3

 4

 5

 6

 7

 8

3

κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μει ζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Οἱ δὲ λόγοι, τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ, καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, 30.89 βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες, τι τρώσκοντές τε καὶ κεντοῦντες αὐτήν. Καὶ οὕτως εἴποις ἂν τὸν ∆αβὶδ τοῖς ἱεροῖς τούτοις καὶ θείοις κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ θυμοῦ ἔλεγχον, καὶ τὴν δι' ὀργῆς τοῦ Θεοῦ παιδείαν.

Μὴ γὰρ τῷ θυμῷ σου, φησὶν, ἐλέγξῃς με, Κύριε, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ∆ιὰ τί; Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Προσλαβόντα γὰρ τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενα βέλη ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει. ∆ιὸ ἱκετεύει, μὴ ὀργῆς ἑτέρας μηδὲ θυμοῦ πειραθῆναι, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, ἢ, καθίκεταί μου, κατὰ τὸν Σύμμαχον. Καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Χεῖρα δὲ Κυρίου καθαψαμένην αὐτοῦ νόησον, καὶ τὴν ἐπὶ τοῦ Ἰὼβ δεδηλωμένην. Αὕτη δὲ ἡ χεὶρ τοῦ Κυρίου πάντα τὸν οἶκον τοῦ ∆αβὶδ ἐκ βάθρων ἔσεισε, τὸν μὲν πρωτότοκον αὐτοῦ τῶν παίδων τὸν Ἀμνὼν ἔρωτι τῆς ἀδελφῆς ἐκμήνασα, πυρώσασα δὲ τὸν Ἀβεσσαλὼμ τῇ κατὰ τοῦ ἀδελφοῦ ὀργῇ, ὡς ἀν ελεῖν τὸν Ἀμνὼν, ἔπειτα καὶ αὐτῷ ἐπαναστῆναι τῷ πατρί· καὶ τὰ λοιπὰ δὲ πάντα διὰ τῆς ἱστορίας παριστάμενα, ἡ δηλωθεῖσα χείρ. Χείρ σου καθήψατό μου διὰ τῶν ἐπαλλήλων συμφορῶν. Ἱκετεύω, φησὶ, μὴ ἄλλῳ θυμῷ ἐλεγχθῆναι, μηδὲ χείρονι ὀργῇ παι δευθῆναι. Καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἐπι λεγόμενα, ἃ διδάσκει ἑξῆς λέγων· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσ ώπου τῶν ἁμαρτιῶν μου. Ἐγὼ, φησὶ, προλαβὼν, οὐδὲ περιμείνας ἵνα μού τις ἔξωθεν τὸ σῶμα κολά σῃ, ἕλκει πονηρῷ ἐμαυτὸν ἐτιμωρησάμην, καὶ τὴν σάρκα μου, δι' ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κο λάσεσι παρέδωκα, τιμωρούμενος ἐμαυτὸν καὶ κολάζων παντοίαις κολάσεσι. Τοῦτο γὰρ ἐδήλου καὶ δι' ἑτέρων, λέγων· Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον, καὶ ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὰ ὀστᾶ μου τῇ σαρκί μου. Καὶ, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὕτως οὖν καὶ νῦν φησιν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Ἀντὶ δὲ, τῆς ὀργῆς, συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀπὸ προσώπου ἐμ βριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι, φησὶν, ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ σοῦ προφήτου Νάθαν ἀπειλή. ∆ιὸ ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου ἐμαυτὸν οὕτως ἐτι μωρησάμην, ὡς κολάσαι τὴν ἐμαυτοῦ σάρκα, καὶ τὰ ὀστᾶ μου μὴ ἔχειν εἰρήνην Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀνθ' οὗ ὁ Σύμμαχος, ∆ιὰ τὰς ἁμαρ 30.92 τίας μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κε φαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώ ρησα, καὶ κατεκάμφθην ἕως τέλους σφόδρα.

Ἐπειδὴ τάδε μοι, φησὶ, πέπρακται, διὰ τοῦτο Ἐτα-λαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. ∆ιὰ τούτων δὲ παρίστησιν ἃ πέπονθε, καὶ ὅπως ἑαυτὸν ἐτιμωρεῖτο, οὐ μίαν ἑαυτῷ κατηγορῶν ἁμαρτίαν, ἀλλ' ἀθρόως πολλὰς, καὶ τοσαύτας, ὡς μηδὲ ἔνδον κρύπτεσθαι ἐν τῇ ἑαυτοῦ ψυχῇ, μηδὲ εἴσω τοῦ σώ ματος λανθάνειν, ἀλλ' ὑπερβεβηκέναι αὐτοῦ, ὥστε καὶ πᾶσιν αὐτὰς γνωρίζεσθαι. Αὐτὸς γοῦν ἦν κατήγορος