1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

3

ὑπόκειται, τούτου καὶ τὸ ὅλον ἀνάγκη ποτὲ τὰ αὐτὰ παθήματα τοῖς οἰκείοις μέρεσιν ὑποστῆναι. Ἀλλὰ τοσοῦτον Ἐματαιώθησαν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράν θησαν, ὥστε οἱ μὲν συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν οὐρανὸν ἀπεφήναντο· οἱ δὲ αὐτὸν εἶναι Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον, καὶ τῆς τῶν κατὰ μέρος οἰκονομίας αἴτιον. 1.4 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἀλλ' οἱ τῶν ἄστρων τὰ διαστήματα καταμετροῦντες, καὶ τοὺς ἀειφανεῖς αὐτῶν καὶ ἀρκτῴους ἀπογραφόμενοι, καὶ ὅσοι περὶ τὸν νότιον πόλον κείμενοι τοῖς μέν εἰσι φανεροὶ, ἡμῖν δὲ ἄγνωστοι· καὶ βόρειον πλάτος, καὶ ζῳδιακὸν κύκλον μυρίοις διαστήμασι διαιροῦντες· καὶ ἐπαναφορὰς ἄστρων, καὶ στηριγμοὺς, καὶ ἀποκλίσεις, καὶ πάντων τὴν ἐπὶ τὰ προηγούμενα κίνησιν δι' ἀκριβείας τηρήσαντες· καὶ διὰ πόσου χρόνου τῶν πλανω μένων ἕκαστος τὴν ἑαυτοῦ περίοδον ἐκπληροῖ· μίαν τῶν πασῶν μηχανὴν οὐκ ἐξεῦρον πρὸς τὸ τὸν Θεὸν ἐννοῆσαι ποιητὴν τοῦ παντὸς, καὶ κριτὴν δίκαιον, τὴν ἀξίαν ἀντίδοσιν τοῖς βεβιωμένοις ἐπάγοντα· οὐδὲ τῷ περὶ τῆς κρίσεως λόγῳ τὴν ἀκόλουθον τῆς συντελείας ἔννοιαν ἐπιγνῶναι, ὅτι ἀνάγκη μεταποιηθῆναι τὸν κόσμον, εἰ μέλλοι καὶ ἡ τῶν ψυχῶν κατάστασις πρὸς ἕτερον εἶδος ζωῆς μεταβάλλειν. Ὥσπερ γὰρ ἡ παροῦσα ζωὴ συγγενῆ ἔσχε τοῦ κόσμου τούτου τὴν φύσιν· οὕτω καὶ ἡ μέλλουσα τῶν ψυχῶν ἡμῶν διαγωγὴ οἰκείαν τῇ καταστάσει ὑποδέξεται τὴν λῆξιν. Οἱ δὲ τοσοῦτον ἀπέχουσιν ὡς ἀληθέσι τούτοις προσέχειν, ὥστε καὶ πλατὺν γέλωτα καταχέουσιν ἡμῶν περὶ συντελείας τοῦ κόσμου τούτου καὶ παλιγγενεσίας αἰῶνος ἀπαγγελλόντων. Ἐπειδὴ δὲ ἡ ἀρχὴ κατὰ φύσιν προτέτακται τῶν ἀπ' αὐτῆς, ἀναγκαίως περὶ τῶν ἀπὸ χρόνου τὸ εἶναι ἐχόντων διαλεγό μενος, ταύτην ἁπάντων προέταξε τὴν φωνὴν, εἰπὼν, Ἐν ἀρχῇ ἐποίησεν. 1.5 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατε λείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπίοις κατὰ τὴν γνῶσιν ἀνεπιτήδειον. Ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις ταῖς ὑπερκοσμίοις δυνάμεσι πρέπουσα, ἡ ὑπέρχρονος, ἡ αἰωνία, ἡ ἀΐδιος. ∆ημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς ἀπετέλεσε, φῶς νοητὸν πρέπον τῇ μακαριότητι τῶν φιλούντων τὸν Κύριον, τὰς λογικὰς καὶ ἀοράτους φύσεις, καὶ πᾶσαν τὴν τῶν νοητῶν διακόσμησιν, ὅσα τὴν ἡμετέραν διάνοιαν ὑπερβαίνει, ὧν οὐδὲ τὰς ὀνομασίας ἐξευρεῖν δυνατόν. Ταῦτα τοῦ ἀοράτου κόσμου συμπληροῖ τὴν οὐσίαν, ὡς διδάσκει ἡμᾶς ὁ Παῦλος, λέγων, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, εἴτε δυνάμεις, εἴτε ἀγγέλων στρατιαὶ, εἴτε ἀρχαγγέλων ἐπιστασίαι· ὅτε δὲ ἔδει λοιπὸν καὶ τὸν κόσμον τοῦτον ἐπεισαχθῆναι τοῖς οὖσι, προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν· ἔπειτα μέντοι καὶ ἁπαξαπλῶς πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ ἐπιτήδειον ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζῴοις τε καὶ φυτοῖς, ἡ τοῦ χρόνου διέξοδος ὑπέστη, ἐπειγομένη ἀεὶ καὶ παραρρέουσα, καὶ μηδαμοῦ παυομένη τοῦ δρόμου. Ἢ οὐχὶ τοιοῦτος ὁ χρόνος, οὗ τὸ μὲν παρελθὸν ἠφανίσθη, τὸ δὲ μέλλον οὔπω πάρεστι, τὸ δὲ παρὸν πρὶν γνωσθῆναι διαδιδράσκει τὴν αἴσθησιν; Τοιαύτη δέ τις καὶ τῶν γινομένων ἡ φύσις, ἢ αὐξανομένη πάντως, ἢ φθίνουσα, τὸ δὲ ἱδρυμένον καὶ στάσιμον οὐκ ἐπίδηλον ἔχουσα. Ἔπρεπεν οὖν τοῖς ζῴων τε καὶ φυτῶν σώμασιν, οἱονεὶ ῥεύματί τινι πρὸς ἀνάγκην ἐνδεδεμένοις, καὶ τῇ πρὸς γένεσιν ἢ φθορὰν ἀγούσῃ κινήσει συνεχομένοις, ὑπὸ τῆς τοῦ χρόνου φύσεως περιέχεσθαι, συγγενῆ τοῖς ἀλλοιουμένοις κεκτημένου τὴν ἰδιότητα. Ἐντεῦθεν οἰκείως ἐπέβαλε τῷ περὶ αὐτὸν λόγῳ ὁ σοφῶς ἡμᾶς τοῦ κόσμου τὴν γένεσιν ἐκδιδάσκων, εἰπὼν, Ἐν ἀρχῇ