1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

6

διεξιόντος τοῦ λογισμοῦ. Ἐάν τε γὰρ ἀέρα φῇς ὑπεστρῶσθαι πλάτει τῆς γῆς, ἀπορήσεις, πῶς ἡ μαλθακὴ καὶ πολύκενος φύσις ἀντέχει ὑπὸ τοσούτου βάρους συνθλιβομένη, ἀλλ' οὐχὶ διολισθαίνει πάντοθεν τὴν συνίζησιν ὑποφεύγουσα, καὶ ἀεὶ πρὸς τὸ ἄνω ὑπερχεομένη τοῦ συμπιέζοντος. Πάλιν, ἐὰν ὑποθῇς ἑαυτῷ ὕδωρ εἶναι τὸ ὑποβεβλημένον τῇ γῇ, καὶ οὕτως ἐπιζητήσεις, πῶς τὸ βαρὺ καὶ πυκνὸν οὐ διαδύνει τοῦ ὕδατος, ἀλλ' ὑπὸ τῆς ἀσθενεστέρας φύσεως τὸ τοσοῦτον ὑπερφέρον τῷ βάρει κρατεῖται· πρὸς τὸ καὶ αὐτοῦ τοῦ ὕδατος τὴν ἕδραν ἐπιζητεῖν, καὶ πάλιν διαπορεῖν τίνι στεγανῷ καὶ ἀντερείδοντι ὁ τελευταῖος αὐτοῦ πυθμὴν ἐπιβαίνει. 1.9 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντος αὐτὸ καταπίπτειν. Κἄν τι δυνηθῶμεν ἐκείνῳ συμπλάσαντες ὑποθεῖναι, τὸ ἐκείνου πάλιν ἀντέρεισμα ὁ νοῦς ἡμῶν ἐπιζη τήσει, καὶ οὕτως εἰς ἄπειρον ἐκπεσούμεθα, τοῖς ἀεὶ εὑρισκομένοις βάθροις ἕτερα πάλιν ἐπινοοῦντες. Καὶ ὅσῳ ἐπὶ πλεῖον τῷ λόγῳ προΐεμεν, τοσούτῳ μείζονα τὴν συνε ρειστικὴν ἀναγκαζόμεθα δύναμιν ὑπεισάγειν, ἣ πρὸς ὅλον ὁμοῦ δυνήσεται τὸ ὑπερκείμενον ἀντιβαίνειν. ∆ιὰ τοῦτο ὅρους ἐπίθες τῇ διανοίᾳ, μήποτέ σου τῆς πολυπραγμοσύνης ὁ τοῦ Ἰὼβ λόγος καθάψηται περισκοποῦντος τὰ ἀκατάληπτα, καὶ ἐρωτηθῇς παρ' αὐτοῦ καὶ σὺ, Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν. Ἀλλὰ κἄν ποτε ἐν ψαλμοῖς ἀκούσῃς· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους εἰρῆσθαι νόμισον. Τὸ γὰρ, Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, τί δηλοῖ, ἢ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν; Πῶς οὖν ῥυτὸν ὑπάρχον τὸ ὕδωρ καὶ ἐπὶ τὸ πρανὲς πεφυκὸς καταπίπτειν, μένει ἀπαιω ρούμενον καὶ οὐδαμοῦ ἀπορρέον; Σὺ δὲ οὐ λογίζῃ ὅτι τὴν αὐτὴν ἢ καὶ ἔτι πλείονα ἀπορίαν τῷ λόγῳ παρέχει ἡ γῆ καθ' ἑαυτὴν κρεμαμένη, βαρυτέρα τὴν φύσιν οὖσα. Ἀλλὰ ἀνάγκη, κἂν γῆν καθ' ἑαυτὴν εἶναι δῶμεν, κἂν ἐπὶ τοῦ ὕδατος αὐτὴν ἀποσαλεύειν εἴπωμεν, μηδαμοῦ ἀναχωρεῖν τῆς εὐσεβοῦς διανοίας, ἀλλὰ πάντα ὁμοῦ συγκρατεῖσθαι ὁμολο γεῖν τῇ δυνάμει τοῦ κτίσαντος. Ταῦτα οὖν χρὴ ἑαυτοῖς τε λέγειν, καὶ τοῖς διερωτῶσιν ἡμᾶς, ἐπὶ τίνος τὸ ἄπλετον τοῦτο καὶ ἀφόρητον τῆς γῆς ἐρήρεισται βάρος, ὅτι Ἐν τῇ χειρὶ τοῦ Θεοῦ τὰ πέρατα τῆς γῆς. Τοῦτο ἀσφαλέστατον ἡμῖν πρὸς νόησιν, καὶ ὠφέλιμον τοῖς ἀκούουσιν. 1.10 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴν ἴσην πάντοθεν πρὸς τὸ ἄκρον ἀπόστασιν, οὐκ ἔχουσαν ὅπου μᾶλλον ἀποκλιθῇ, ἀναγκαίως μένειν ἐφ' ἑαυτῆς, ἀδύνατον αὐτῇ παντελῶς τὴν ἐπί τι ῥοπὴν τῆς πανταχόθεν περικειμένης ὁμοιότητος ἐμποιούσης. Τὴν δὲ μέσην χώραν μὴ ἀποκληρωτικῶς τὴν γῆν, μηδὲ ἐκ τοῦ αὐτομάτου λαχεῖν, ἀλλὰ φυσικὴν εἶναι ταύτην τῇ γῇ καὶ ἀναγκαίαν τὴν θέσιν. Τοῦ γὰρ οὐρανίου σώματος τὴν ἐσχάτην χώραν ὡς πρὸς τὸ ἄνω κατέχοντος, ἅπερ ἂν, φησὶν, ὑποθώμεθα βάρη ἐκπίπτειν ἀπὸ τῶν ἄνω, ταῦτα πανταχόθεν ἐπὶ τὸ μέσον συνενεχθήσεται. Ἐφ' ὅπερ δ' ἂν τὰ μέρη φέρηται, ἐπὶ τοῦτο καὶ τὸ ὅλον συνωσθή σεται δηλονότι. Εἰ δὲ λίθοι καὶ ξύλα καὶ τὰ γεηρὰ πάντα φέρεται πρὸς τὸ κάτω, αὕτη ἂν εἴη καὶ τῇ ὅλῃ γῇ οἰκεῖα καὶ προσήκουσα θέσις· κἄν τι τῶν κούφων φέρηται ἀπὸ τοῦ μέσου, δηλονότι πρὸς τὸ ἀνώτατον κινηθήσεται. Ὥστε οἰκεία φορὰ τοῖς βαρυτάτοις ἡ πρὸς τὸ κάτω· κάτω δὲ ὁ λόγος μέσον ἔδειξεν. Μὴ οὖν θαυμάσῃς εἰ μηδαμοῦ ἐκπίπτει ἡ γῆ, τὴν κατὰ φύσιν χώραν τὸ μέσον ἔχουσα. Πᾶσα γὰρ ἀνάγκη μένειν αὐτὴν κατὰ χώραν, ἢ παρὰ φύσιν κινουμένην τῆς οἰκείας ἕδρας ἐξίστασθαι. Τούτων δ' ἄν σοι δοκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν οὕτω ταῦτα διαταξαμένην τοῦ Θεοῦ σοφίαν μετάθες τὸ θαῦμα. Οὐ γὰρ ἐλαττοῦται ἡ ἐπὶ τοῖς μεγίστοις ἔκπληξις, ἐπειδὰν ὁ τρόπος καθ' ὃν γίνεταί τι τῶν παραδόξων ἐξευρεθῇ· εἰ δὲ μὴ, ἀλλὰ τό γε ἁπλοῦν τῆς πίστεως