1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

10

ἀποκριθείσης. Ἐκ δὲ τούτου οὐ μόνον ἀόρατος ἦν ἡ γῆ, ἀλλὰ καὶ ἀκατασκεύαστος. Ἡ γὰρ τοῦ ὑγροῦ πλεονεξία ἔτι καὶ νῦν ἐμπόδιόν ἐστι πρὸς καρπογονίαν τῇ γῇ. Ἡ οὖν αὐτὴ αἰτία, καὶ τοῦ μὴ ὁρᾶσθαι, καὶ τοῦ ἀκατασκεύαστον εἶναι· εἴπερ κατασκευὴ γῆς, ὁ οἰκεῖος αὐτῇ καὶ κατὰ φύσιν κόσμος, λήϊα μὲν ταῖς κοι λότησιν ἐγκυμαίνοντα, λειμῶνες χλοάζοντες καὶ ποικίλοις ἄνθεσι βρύοντες, νάπαι εὐθαλεῖς, καὶ ὀρῶν κορυφαὶ ταῖς ὕλαις κατάσκιοι· ὧν οὐδὲν εἶχεν οὐδέπω· ὠδίνουσα μὲν τὴν πάντων γένεσιν διὰ τὴν ἐναποτεθεῖσαν αὐτῇ παρὰ τοῦ δημιουργοῦ δύναμιν, ἀναμένουσα δὲ τοὺς καθήκοντας χρόνους, ἵνα τῷ θείῳ κελεύσματι προαγάγῃ ἑαυτῆς εἰς φανερὸν τὰ κυήματα. 2.4 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου· Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματα. Τὸ γὰρ σκότος οὐχ ὡς πέφυκεν ἐξηγοῦνται ἀέρα τινὰ ἀφώτιστον, ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον, ἢ ὅλως καθ' ὁποιανοῦν αἰτίαν τόπον φωτὸς ἐστερημένον, ἀλλὰ δύναμιν κακὴν, μᾶλλον δὲ αὐτὸ τὸ κακὸν, παρ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχον, ἀντικείμενον καὶ ἐναντίον τῇ ἀγαθότητι τοῦ Θεοῦ ἐξηγοῦνται τὸ σκότος. Εἰ γὰρ ὁ Θεὸς φῶς ἐστι, δηλονότι ἡ ἀντιστρατευομένη αὐτῷ δύναμις σκότος ἂν εἴη, φησὶ, κατὰ τὸ τῆς διανοίας ἀκόλουθον. Σκότος, οὐ παρ' ἑτέρου τὸ εἶναι ἔχον, ἀλλὰ κακὸν αὐτογέννητον. Σκότος, πολέμιον ψυχῶν, θανάτου ποιητικὸν, ἀρετῆς ἐναντίωσις· ὅπερ καὶ ὑφεστάναι, καὶ μὴ παρὰ Θεοῦ γεγενῆσθαι, ὑπ' αὐτῶν μηνύεσθαι τῶν τοῦ προφήτου λόγων ἐξαπατῶνται. Ἐκ δὴ τούτου τί οὐχὶ συνεπλάσθη τῶν πονηρῶν καὶ ἀθέων δογμάτων; Ποῖοι λύκοι βαρεῖς διασπῶντες τὸ ποίμνιον τοῦ Θεοῦ, οὐχὶ ἀπὸ τῆς μικρᾶς ταύτης φωνῆς τὴν ἀρχὴν λαβόντες ἐπεπόλασαν ταῖς ψυχαῖς; Οὐχὶ Μαρκιῶνες; οὐχὶ Οὐαλεντῖνοι ἐντεῦθεν; οὐχ ἡ βδελυκτὴ τῶν Μανιχαίων αἵρεσις, ἣν σηπεδόνα τις τῶν Ἐκκλησιῶν προσειπὼν οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος; Τί μακρὰν ἀποτρέχεις τῆς ἀληθείας, ἄνθρωπε, ἀφορμὰς σεαυτῷ τῆς ἀπωλείας ἐπι νοῶν; Ἁπλοῦς ὁ λόγος, καὶ πᾶσιν εὔληπτος. Ἀόρατος ἦν ἡ γῆ, φησί. Τίς ἡ αἰτία; Ἐπειδὴ ἄβυσσον εἶχεν ἐπιπολά ζουσαν ἑαυτῇ. Ἀβύσσου δὲ ἔννοια τίς; Ὕδωρ πολὺ δυσέφικτον ἔχον ἑαυτοῦ τὸ πέρας ἐπὶ τὸ κάτω. Ἀλλ' ἔγνωμεν πολλὰ τῶν σωμάτων καὶ δι' ὕδατος λεπτοτέρου καὶ διαυγοῦς πολλάκις διαφαινόμενα. Πῶς οὖν οὐδὲν μέρος τῆς γῆς διὰ τῶν ὑδάτων ἐδείκνυτο; Ὅτι ἀλαμπὴς ἔτι καὶ ἐσκοτισ μένος ἦν ὁ ὑπὲρ αὐτοῦ κεχυμένος ἀήρ. Ἀκτὶς μὲν γὰρ ἡλίου δι' ὑδάτων διικνουμένη, δείκνυσι πολλάκις τὰς ἐν τῷ βάθει ψηφῖδας· ἐν νυκτὶ δέ τις βαθείᾳ οὐδενὶ ἂν τρόπῳ τὰ ὑπὸ τὸ ὕδωρ κατίδοι. Ὥστε τοῦ ἀόρατον εἶναι τὴν γῆν κατασκευαστικόν ἐστι τὸ ἐπαγόμενον, ὅτι καὶ ἄβυσσος ἦν ἡ ἐπέχουσα, καὶ αὕτη ἐσκοτισμένη. Οὔτε οὖν ἄβυσσος, δυνάμεων πλῆθος ἀντικειμένων, ὥς τινες ἐφαντάσθησαν· οὔτε σκότος, ἀρχική τις καὶ πονηρὰ δύναμις ἀντεξαγομένη τῷ ἀγαθῷ. ∆ύο γὰρ ἐξισάζοντα ἀλλήλοις κατ' ἐναντίωσιν, φθαρτικὰ ἔσται πάντως τῆς ἀλλήλων συστάσεως· καὶ πράγματα ἕξει διηνεκῶς καὶ παρέξει ἀπαύστως πρὸς ἄλληλα συνεχόμενα τῷ πολέμῳ. Κἂν ὑπερβάλλῃ δυνάμει τῶν ἀντικειμένων τὸ ἕτερον, δαπανητικὸν ἐξάπαντος τοῦ κρατηθέντος γίνεται. Ὥστε εἰ μὲν ἰσόρροπον λέγουσι τοῦ κακοῦ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, ἄπαυστον εἰσάγουσι πόλεμον καὶ διηνεκῆ τὴν φθορὰν, κρατούντων ἐν μέρει καὶ κρατουμένων. Εἰ δὲ ὑπερέχει δυνάμει τὸ ἀγαθὸν, τίς ἡ αἰτία τοῦ τὴν φύσιν τοῦ κακοῦ μὴ παντελῶς ἀνῃρῆσθαι; Εἰ δὲ, ὃ μὴ θέμις εἰπεῖν, θαυμάζω πῶς οὐχὶ φεύγουσιν αὐτοὶ ἑαυτοὺς πρὸς οὕτως ἀθεμίτους βλασφημίας ὑποφερόμενοι. Οὐ μὴν οὐδὲ παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργὸς, ἀλλ' ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ