1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

20

κἀκεῖθεν ἐπὶ τὰ προσάρκτια ὑπὸ τὰς θερινὰς τροπὰς ἐπανάγοντα, ὥστε τῇ κατὰ μικρὸν αὐτοῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσ σεσθαι. Σκοπείτωσαν δὲ εἰ μὴ αὐτοὶ ἑαυτοῖς περιπίπτουσιν, οἵ γε τὴν θάλασσαν λέγουσι μήτε πλημμυρεῖν τοῖς ποταμοῖς ἐκ τῆς τοῦ ἡλίου δαπάνης, καὶ προσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπολείπεσθαι, τοῦ λεπτοῦ καὶ ποτίμου ὑπὸ τῆς θέρμης ἀναλωθέντος· ὅπερ ἐκ τῆς τοῦ ἡλίου μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κοῦφον ἀπάγοντος, τὸ δὲ παχὺ καὶ γεῶδες οἷόν τινα ἰλὺν καὶ ὑποστάθμην ἐναφιέντος· ἐξ οὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ προσεῖ ναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγοντες, πάλιν μεταβαλ λόμενοι, μηδεμίαν τοῦ ὑγροῦ γίνεσθαι μείωσιν ἐκ τοῦ ἡλίου φασί. 3.8 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν· ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τετηρήκαμεν δὲ πολλαχοῦ τὸν ὁρώμενον τόπον οὐρανὸν λεγόμενον (διὰ τὸ ναστὸν καὶ συνεχὲς τοῦ ἀέρος ἐναργῶς ἡμῶν ταῖς ὄψεσιν ὑποπίπτοντος, καὶ παρὰ τὸ ὁρᾶσθαι τῆς τοῦ οὐρανοῦ προσηγορίας ἀξιουμένου) ἐν οἷς φησι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ πάλιν· Τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν. Καὶ Μωϋσῆς εὐλογῶν τὴν φυλὴν τοῦ Ἰωσὴφ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἡλίου τροπῶν, καὶ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων καὶ βουνῶν ἀεννάων τὰς εὐλογίας δίδωσιν, ὡς τοῦ περὶ γῆν τόπου διὰ τῆς ἐν τούτοις εὐταξίας εὐθηνουμένου. Ἀλλὰ καὶ ἐν ταῖς κατάραις τῷ Ἰσραὴλ, Ἔσται σοι, φησὶν, ὁ ὑπὲρ κεφαλῆς οὐρανὸς χαλκοῦς. Τί τοῦτο λέγων; Τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ἀερίων ὑδάτων, δι' ὧν τῇ γῇ τὸ γόνιμον τῶν καρπῶν ἐνυπάρχει. Ὅταν οὖν ἐκ τοῦ οὐρανοῦ φέρεσθαι λέγῃ δρόσον ἢ ὑετὸν, περὶ ὑδάτων νοοῦμεν ὅσα τὴν ἄνω κατέχειν διατέτακται χώραν. Συναγομένων γὰρ τῶν ἀναθυμιάσεων περὶ τὸ ὕψος, καὶ πυκνουμένου τοῦ ἀέρος ταῖς ἐκ τῶν πνευμάτων πιλήσεσιν, ὅταν μὲν αἱ τέως ἀτμοειδῶς καὶ λεπτῶς ἐνεσπαρμέναι τῷ νέφει νοτίδες ἀλλήλαις προσχωρήσωσι, σταγόνες γίγνονται, τῷ βάρει τῶν συγκριθέντων φερόμεναι πρὸς τὸ κάτω· καὶ αὕτη ὑετοῦ γένεσις. Ὅταν δὲ τὸ ὑγρὸν ἐξαφρισθῇ, ταῖς βίαις τῶν ἀνέμων ἀνακοπὲν, εἶτα εἰς ἄκρον καταψυχθὲν ὅλον διόλου παγῇ, θραυομένου τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Καὶ ὅλως, κατὰ τὸν αὐτὸν λόγον, ἔξεστί σοι ὁρᾶν πᾶσαν τοῦ ὑγροῦ τὴν φύσιν περὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα συνισ ταμένην. Καὶ μηδεὶς τῇ περιεργίᾳ τῶν περὶ οὐρανοῦ φιλο σοφησάντων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῶν πνευματικῶν λόγων παραβαλλέτω. Ὅσῳ γὰρ τὸ ἐν ταῖς σώφροσι κάλλος τοῦ ἑταιρικοῦ προτιμότερον, τοσοῦτον καὶ τῶν ἡμετέρων λόγων πρὸς τοὺς ἔξωθεν τὸ διάφορον. Οἱ μὲν γὰρ κατηναγκασμένον τὸ πιθανὸν τοῖς λόγοις ἐπάγουσιν· ἐνταῦθα δὲ γυμνὴ τεχνασμάτων ἡ ἀλήθεια πρόκειται. Καὶ τί δεῖ πράγματα ἔχειν ἡμᾶς τὸ ψευδὲς αὐτῶν διελέγχοντας, οἷς ἐξαρκεῖ τὰς αὐτῶν ἐκείνων βίβλους ἀλλήλαις ἀντιπαρα θέντας ἐν ἡσυχίᾳ πολλῇ θεατὰς αὐτῶν τοῦ πολέμου καθῆ σθαι; Οὔτε γὰρ ἀριθμῷ ἐλάττους, οὔτε ἀξιώματι ὑφειμένοι, πολυφωνίᾳ δὲ καὶ παρὰ πολὺ διαφέροντες πρὸς τὸν ἐναντίον αὐτοῖς ἀντικαθίστανται λόγον, οἱ τὸ πᾶν ἐκπυροῦσθαι λέγοντες, καὶ ἀναβιώσκεσθαι πάλιν ἐκ τῶν σπερματικῶν λόγων τῶν ἐναπομενόντων τοῖς ἐκπυρωθεῖσιν· ὅθεν καὶ ἀπείρους φθορὰς κόσμου καὶ παλιγγενεσίας εἰσάγουσιν. Ἀλλ' ἐκεῖνοι μὲν ἐφ' ἑκάτερα τῆς ἀληθείας ἀποσχιζόμενοι, ἔνθεν καὶ ἔνθεν τὰς ἐπὶ τὴν πλάνην ἑαυτοῖς ἐκτροπὰς ἐξευ ρίσκουσιν. 3.9 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατέφυγον, δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι· καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώ ματος μεμενηκέναι τὰς κρείττονας, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλικοῖς τόποις προσαπομεῖναι τὰς πονηράς.