1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

24

ᾧ ἡ ἐρυθρά ἐστι θάλασσα. ∆ιόπερ ἐπέσχον τὴν ἐπιχείρησιν, ὅ τε πρῶτος ἀρξάμενος Σέσωστρις ὁ Αἰγύπτιος, καὶ ὁ μετὰ ταῦτα βουληθεὶς ἐπεξεργάσασθαι ∆αρεῖος ὁ Μῆδος. Ταῦτα μοι εἴρηται, ἵνα νοήσωμεν τοῦ προστάγματος τὴν δύναμιν· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Του τέστιν, ἄλλη ἀπὸ ταύτης μὴ ἀπογενηθήτω, ἀλλ' ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον. 4.4 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες, φάραγξι βαθείαις ὑπερρηγμέναι, εἶχον τῶν ὑδάτων τὴν συλλογήν. Καὶ προσέτι πεδία πολλά τε καὶ ὕπτια οὐδὲν τῶν μεγίστων πελαγῶν κατὰ τὸ μέγεθος ἀποδέοντα, καὶ αὐλῶνες μυρίοι, καὶ αἱ κοιλάδες κατ' ἄλλα καὶ ἄλλα σχήματα κοιλαινόμεναι, πάντα ὑδάτων τότε πεπληρωμένα, ἀπεκενώθη τῷ θείῳ προστάγματι, πρὸς μίαν συναγωγὴν τοῦ πανταχόθεν ὕδατος συνελασθέντος. Καὶ μηδεὶς λεγέτω, ὅτι εἴπερ ἦν ὕδωρ ἐπάνω τῆς γῆς, πάντως πᾶσαι αἱ κοιλότητες, αἱ νῦν τὴν θάλασσαν ὑποδεξάμεναι, πεπληρωμέναι ὑπῆρχον. Ποῦ τοίνυν ἔμελλον γίνεσθαι τῶν ὑδάτων αἱ συλλογαὶ, προκατει λημμένων τῶν κοίλων; Πρὸς δὴ τοῦτο ἐροῦμεν, ὅτι τότε καὶ τὰ ἀγγεῖα συγκατεσκευάσθη, ὅτι ἔδει μίαν σύστασιν ἀποκριθῆναι τὸ ὕδωρ. Οὐ γὰρ ἦν ἡ ἔξω Γαδείρων θάλασσα· οὐδὲ τὸ μέγα ἐκεῖνο καὶ ἀτόλμητον πλωτῆρσι πέλαγος, τὸ τὴν Βρεττανικὴν νῆσον καὶ τοὺς ἑσπερίους Ἴβηρας περιπτυσ σόμενον· ἀλλὰ τότε τῆς εὐρυχωρίας τῷ προστάγματι τοῦ Θεοῦ δημιουργηθείσης, ἐπ' αὐτὴν συνεδόθη τῶν ὑδάτων τὰ πλήθη. Πρὸς δὲ τὸ, ὅτι ὑπεναντίως ἔχει τῇ πείρᾳ ὁ τῆς παρ' ἡμῖν κοσμοποιίας λόγος (οὐ γὰρ εἰς μίαν συναγωγὴν ὑδάτων τὸ ὕδωρ ἅπαν φαίνεται συνδραμόν), πολλὰ μέν ἐστιν εἰπεῖν, καὶ πᾶσιν αὐτόθεν γνώριμα. Μήποτε δὲ καὶ τὸ διαμάχεσθαι τοῖς τοιούτοις γελοῖον. Οὐ δήπου γὰρ καὶ τὰ τελματιαῖα, καὶ τὰ ἐξ ὄμβρων συναθροιζόμενα προφέρειν ἡμῖν ὀφείλουσι, καὶ διὰ τούτων τὸν λόγον ἡμῶν ἐλέγχειν οἴεσθαι; Ἀλλὰ τὴν μεγίστην καὶ τελεωτάτην συνδρομὴν τῶν ὑδάτων ὠνόμασε συναγωγὴν μίαν. Καὶ γὰρ τὰ φρέατα συναγωγαὶ ὑδάτων εἰσὶ χειροποίητοι, ἐπὶ τὸ κοιλανθὲν τῆς γῆς τῆς ἐνεσπαρμένης νοτίδος ἐπιρρεούσης. Οὐ τοίνυν τὰ τυχόντα τῶν ὑδάτων ἀθροίσματα ἡ τῆς συναγωγῆς ἐμφαίνει προσηγορία, ἀλλὰ τὴν ἐξέχουσαν καὶ μεγίστην, ἐν ᾗ πᾶν τὸ στοιχεῖον ἀθρόον διαδείκνυται. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶν ἐπὶ τῆς ὧδε χρείας, καὶ ἀθρόον ἐπὶ τοῦ αἰθέρος κέχυται· καὶ ὁ ἀὴρ διῄρηται μὲν καὶ κατὰ μικρὰ, καὶ ἀθρόως δὲ τὸν περίγειον ἐκπεριείληφε τόπον· οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γέ ἐστι συναγωγὴ ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Αἱ μὲν γὰρ λίμναι, αἵ τε κατὰ τὰ μέρη τῆς ἄρκτου, καὶ ὅσαι περὶ τὸν Ἑλληνικόν εἰσι τόπον, τήν τε Μακεδονίαν, καὶ τὴν Βιθυνῶν χώραν, καὶ τὴν Παλαιστινῶν κατέχουσαι, συναγωγαί εἰσι δηλονότι· ἀλλὰ νῦν περὶ τῆς μεγίστης ἁπασῶν καὶ τῷ μεγέθει τῆς γῆς παρισουμένης ὁ λόγος. Ἃς πλῆθος μὲν ἔχειν ὕδατος οὐδεὶς ἀντερεῖ· οὐ μὴν θαλάσσας γε ἄν τις αὐτὰς κατὰ τὸν εἰκότα λόγον προσείποι· οὐδ' ἂν ὅτι μάλιστα τὸ ἁλμυρὸν καὶ γεῶδές τινες παραπλήσιον ἔχωσι τῇ μεγάλῃ θαλάσσῃ, ὡς ἥ τε Ἀσφαλτῖτις λίμνη ἐπὶ τῆς Ἰουδαίας καὶ ἡ Σερβωνῖτις ἡ μεταξὺ Αἰγύπτου καὶ Παλαιστίνης τὴν Ἀραβικὴν ἔρημον παρατείνουσα. Λίμναι γάρ εἰσιν αὗται, θάλασσα δὲ μία, ὡς οἱ τὴν γῆν περιοδεύ σαντες ἱστοροῦσιν. Εἰ καὶ τὴν Ὑρκανίαν οἴονταί τινες, καὶ τὴν Κασπίαν περιγεγράφθαι καθ' ἑαυτάς· ἀλλ' εἴ γέ τι χρὴ ταῖς τῶν ἱστορησάντων προσέχειν γεωγραφίαις, συντέτρηνται πρὸς ἀλλήλας, καὶ πρὸς τὴν μεγίστην θάλασσαν ἅπασαι συνανεστόμωνται. Ὡς καὶ τὴν ἐρυθρὰν θάλασσάν φασι πρὸς τὴν ἐπέκεινα Γαδείρων συνάπτεσθαι. Πῶς οὖν, φησὶν, ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας; Ὅτι συνέδραμε μὲν εἰς συναγωγὴν μίαν τὰ ὕδατα· τὰ δὲ συστήματα τῶν ὑδάτων, τουτέστι, τοὺς κόλπους τοὺς κατ' ἴδιον