1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

31

ὑποκείμενος τῷ φύλλῳ κόκκος, ὃν μισχόν τινες τῶν περὶ τὰς ὀνοματοποιίας ἐσχολακότων προσαγορεύουσι, τοῦτο σπέρματος ἔχει δύναμιν. Ὅσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πολλὰ προβάλλει τὰς ῥίζας. Τάχα δὲ σπέρματος ἐπέχουσι λόγον καὶ αἱ τῶν ῥιζῶν ἀποφύσεις, ἃς παρασπῶντες οἱ φυτοκόμοι τὸ γένος αὔξουσι. Πρότερον μέντοι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε τοῖς οἰκείοις καρποῖς τὸν ἄνθρωπον δεξιούμενα, ἄφθονον αὐτῷ παρασκευάζειν τὴν δίαιταν· ἄμπελος μὲν οἶνον γεννῶσα εὐφραίνειν μέλλοντα καρδίαν ἀνθρώπου· ἐλαία δὲ καρπὸν παρεχομένη ἱλαρύνειν δυνάμενον πρόσωπον ἐν ἐλαίῳ. Πόσα συνέτρεχε κατὰ ταὐτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα; Ἡ ῥίζα τῆς ἀμπέλου· τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα· ὁ βλαστὸς, οἱ ἕλικες, ὁ ὄμφαξ, οἱ βότρυες. Ἀρκεῖ σου τῇ ὄψει καὶ ἄμπελος συνετῶς ὁραθεῖσα ὑπόμνησίν σοι τῆς φύσεως ἐμποιῆσαι. Μέμνησαι γὰρ δηλονότι τῆς τοῦ Κυρίου εἰκόνος, ὅτι ἄμπελον ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργὸν, καὶ τοὺς καθ' ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένους τῇ Ἐκκλησίᾳ κλήματα προσηγόρευσε· καὶ προσκαλεῖται ἡμᾶς εἰς πολυ καρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ πα ραδοθῶμεν· καὶ οὐ παύεται πανταχοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλοις ἐξομοιῶν. Ἀμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησὶν, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ, Ἀμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν. Τὰς ἀνθρω πίνας ψυχὰς δηλονότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλα κὴν τῶν ἀγγέλων. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Ἔπειτα καὶ οἱονεὶ χάρακας ἡμῖν παρα κατέπηξε θέμενος ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Καὶ τοῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑποδείγμασιν εἰς ὕψος ἡμῶν ἀνάγων τὰ φρονήματα, οὐκ ἀφῆκεν ἐρριμμένα χαμαὶ, καὶ τοῦ πατεῖσθαι ἄξια. Βούλεται δὲ ἡμᾶς καὶ οἱονεὶ ἕλιξί τισι ταῖς περιπλοκαῖς τῆς ἀγάπης τῶν πλησίον ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτοῖς, ἵν' ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχοντες, οἷόν τινες ἀναδενδράδες ταῖς κορυφαῖς τῶν ὑψηλο τάτων ἑαυτοὺς παρισάζωμεν. Ἀπαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτομένους. Ἀποσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀποθέσει τῶν τοῦ κόσμου μεριμνῶν, αἳ βάρος εἰσὶ ταῖς καρδίαις ἡμῶν. Ὥστε ὁ τὴν σαρκίνην ἀγάπην ἀποθέμενος, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, ἢ τὴν περὶ τὸ δύστηνον δοξάριον τοῦτο πτόησιν ἀπόπτυστον καὶ εὐκαταφρόνητον ἡγησάμενος, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀποσκευασάμενος τὸ μάταιον βάρος τοῦ γηΐνου φρονήματος. ∆εῖ δὲ, κατὰ τὸν λόγον τῆς παροιμίας, μηδὲ ὑλομανεῖν, τουτέστι, μὴ ἐπι δεικτικῶς πολιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινον θηρᾶσθαι, ἀλλ' ἔγκαρπον εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενον. Σὺ δὲ καὶ Ὡς ἐλαία κατάκαρπος ἔσο ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ' ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν. Οὕτω γὰρ τὸ ἀειθαλὲς τοῦ φυτοῦ μιμήσῃ, καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύ νην ἐν παντὶ καιρῷ παρεχόμενος. 5.7 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν; Ἐν τούτοις πάλιν ποικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ ἡ τῶν μερῶν αὐτοῦ διακόσμησις, δυσέφικτος δὲ καὶ ἡ ἐξεύρεσις τῆς ἑκάστου ἰδιότητος, καὶ ἡ θεωρία τῆς πρὸς ἕκαστον τῶν ἑτερογενῶν διαφορᾶς. Πῶς τὰ μὲν αὐτῶν βαθύρριζα, τὰ δὲ ἀκρόρριζα· καὶ τὰ μὲν ὀρθοφυῆ καὶ μονοστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εἰς πολλὰς ἐκφύσεις διῃρημένα. Πῶς ὅσων μὲν οἱ κλάδοι προμήκεις ἐπὶ πολὺ τοῦ ἀέρος ἐκτεταμένοι, τούτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστον ἐν κύκλῳ διανεμόμεναι, οἷον θεμελίους τινὰς ἀναλογοῦντας τῷ βάρει τῶν ἄνωθεν