1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

35

εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης καὶ τῆς μελλούσης προσκυνοῦντες οὐκ ἀπολήξομεν, τὸν δι' οὗ παρέσχετο ἤδη πλούτου καὶ τὰ ἐν ἐπαγγελίαις πιστούμενον, καὶ τῇ πεῖρᾳ τῶν παρόντων βεβαιοῦντα ἡμῖν τὰ προσδοκώμενα. Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα; Εἰ οὐρανοῦ μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νοῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς, οὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; 6.2 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Οὐρανὸς προειλήφει καὶ γῆ· τὸ φῶς ἐπὶ τούτοις δεδημιούργητο· ἡμέρα καὶ νὺξ διεκέκριτο· πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις. Τὸ ὕδωρ συνήθροιστο εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν. Ἡ γῆ πεπλήρωτο τοῖς οἰκείοις γεννήμασι, τά τε μυρία γένη τῶν βοτανῶν ἐκβλαστή σασα, καὶ παντοδαποῖς εἴδεσι φυτῶν εὐθηνουμένη. Ἥλιος δὲ οὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιον ὀνομάσωσι· μήτε τῶν ἐκ τῆς γῆς φυομένων δημιουργὸν, οἱ τὸν Θεὸν ἀγνοήσαντες ἡγήσωνται. ∆ιὰ τοῦτο τετάρτη ἡμέρα· καὶ τότε εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Ὅταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννοίᾳ σύναπτε τὸν ἀκούσαντα. Εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες, καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας. Τίς εἶπε καὶ τίς ἐποίησεν; Οὐκ ἐννοεῖς ἐν τούτοις τὸ διπλοῦν τῶν προσώπων; Πανταχοῦ τῇ ἱστορίᾳ τὸ δόγμα τῆς θεολογίας μυστικῶς συμπαρέσπαρται. Καὶ ἡ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως· Εἰς φαῦσιν, φησὶν, ἐπὶ τῆς γῆς. Εἰ προειλήφει τοῦ φωτὸς ἡ γένεσις, πῶς νῦν ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Πρῶτον μὲν οὖν τῆς λέξεως τὸ ἰδιότροπον μηδένα σοι κινείτω γέλωτα, εἴπερ μὴ ἑπόμεθα ταῖς παρ' ὑμῖν ἐκλογαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπιτη δεύομεν. Οὐ γὰρ τορευταὶ λέξεων παρ' ἡμῖν· οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον τῶν ὀνομάτων πανταχοῦ προτιμότερον. Σκόπει τοίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκούντως ἐνέφηνεν ὃ ἐβούλετο· ἀντὶ γὰρ τοῦ φωτισμοῦ τὴν φαῦσιν εἴρηκεν. Ἔστι δὲ οὐδὲν μαχόμενον τοῦτο τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις. Τότε μὲν γὰρ αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη· νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ἄλλο ὁ λύχνος· τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παραφαίνειν τοῖς δεομένοις πεποιημένον· οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν. Ὡς γὰρ ὁ ἀπόστολος λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλο δέ ἐστι φῶς τοῦ κόσμου τὸ ἀληθινὸν, οὗ κατὰ μέθεξιν οἱ ἅγιοι φω στῆρες ἐγίνοντο τῶν ψυχῶν, ἃς ἐπαίδευον, τοῦ σκότους αὐτὰς τῆς ἀγνοίας ῥυόμενοι· οὕτω καὶ νῦν τὸν ἥλιον τοῦτον τῷ φανοτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ ὁ τῶν ὅλων δημιουρ γὸς περὶ τὸν κόσμον ἀνῆψε.6.3 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκεί μενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ σύνθετα πάντα οὕτω παρ' ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν οὐσίαν, καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ ποιότητα. Ὡς οὖν ἕτερον μέν τι τῇ φύσει ἡ λευκότης, ἕτερον δέ τι τὸ λελευκασ μένον σῶμα, οὕτω καὶ τὰ νῦν εἰρημένα, διάφορα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μή μοι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ' ἀλλήλων διαιρεῖσθαι. Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τοῦ φωτὸς ἀπὸ τοῦ