1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

36

ἡλιακοῦ σώματος ἐμοὶ καὶ σοὶ δυνατὴν εἶναί φημι, ἀλλ' ὅτι ἃ ἡμῖν τῇ ἐπινοίᾳ ἐστὶ χωριστὰ, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τοῦ ποιητοῦ τῆς φύσεως αὐτῶν διαστῆναι. Ἐπεὶ καὶ σοὶ τὴν καυστικὴν δύναμιν τοῦ πυρὸς ἀπὸ τῆς λαμπρότητος χωρίσαι ἀμήχανον· ὁ δὲ Θεὸς παραδόξῳ θεάματι τὸν ἑαυτοῦ θερά ποντα ἐπιστρέψαι βουλόμενος, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητος ἐνεργοῦν, τὴν δὲ τοῦ καίειν δύναμιν σχολάζουσαν ἔχον. Ὡς καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ λέ γων, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Ὅθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι λόγος τις ἡμᾶς ἐν ἀπορρήτῳ παιδεύει, διαιρεθήσεσθαι τοῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις, τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσεσθαι. Ἔπειτα μέντοι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν, δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητουμένων εὕρασθαι. Λήγουσα γὰρ, καὶ μειουμένη, οὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται, ἀλλὰ τὸ περικείμενον φῶς ἀποτιθεμένη καὶ προσλαμβάνουσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται. Τοῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγούσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριον τὰ ὁρώμενα. Ἔξεστι γάρ σοι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύος ἀπηλ λαγμένῳ, ὅταν μάλιστα μηνοειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα, ἐπιτηρήσαντι κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστον ὑπὸ τηλικαύτης ἁψῖδος περιγραφόμενον, ἡλίκον ἐν ταῖς πανσελήνοις τὴν πᾶσαν αὐτὴν ἐκπληροῖ. Ὥστε τηλαυ γῶς ἀπηρτισμένον καθορᾶσθαι τὸν κύκλον τῷ περιλαμπομένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπον συναναφερούσης τῆς ὄψεως. Καὶ μή μοι λέγε ἐπείσακτον εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειοῦται μὲν πρὸς ἥλιον φερομένη, αὔξεται δὲ πάλιν ἀφισταμένη. Οὐδὲ γὰρ ἐκεῖνο ἡμῖν ἐξετάζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ' ὅτι ἕτερον μὲν αὐτῆς τὸ σῶμα, ἕτερον δὲ τὸ φωτίζον. Τοιοῦτον δή τί μοι νόει καὶ ἐπὶ τοῦ ἡλίου. Πλὴν ὅτι ὁ μὲν λαβὼν ἅπαξ καὶ ἐγκεκραμένον ἑαυτῷ τὸ φῶς ἔχων, οὐκ ἀποτίθεται· ἡ δὲ συνεχῶς οἷον ἀποδυομένη καὶ πάλιν ἐπαμφιαζομένη τὸ φῶς, δι' ἑαυτῆς καὶ τὰ περὶ τοῦ ἡλίου εἰρημένα πιστοῦται. Οὗτοι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Ἄνω μὲν γὰρ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίον ἀπέστησεν, ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότος μηδεμίαν εἶναι κοινό τητα. Ὃ γὰρ ἐν ἡμέρᾳ ἐστὶν ἡ σκιὰ, τοῦτο οἴεσθαι χρὴ ἐν νυκτὶ τοῦ σκότους εἶναι τὴν φύσιν. Εἰ γὰρ πᾶσα σκιὰ αὐγῆς τινος διαφαινούσης ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει· καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατολὴν ἀποκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῴα γίνεται· καὶ ἡ νὺξ ἐπὶ τὸ ἐναντίον ταῖς ἀκτῖσιν ὑποχωρεῖ, οὐδὲν ἕτερον οὖσα κατὰ τὴν φύσιν ἢ σκίασμα γῆς. Ὡς γὰρ ἐν ἡμέρᾳ ἡ σκιὰ τῷ ἀντιφράσσοντι τὴν αὐγὴν παρυφίσταται, οὕτως ἡ νὺξ σκιαζομένου τοῦ περὶ γῆν ἀέρος συνίστασθαι πέφυκε. Τοῦτο τοίνυν ἐστὶ τὸ εἰρημένον, ὅτι ∆ιεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· ἐπειδὴ τὸ σκότος ὑποφεύγει τοῦ φωτὸς τὰς ἐπιδρομὰς, ἐν τῇ πρώτῃ δημιουργίᾳ φυσικῆς αὐτοῖς τῆς ἀλλοτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα. Νῦν δὲ ἥλιον ἐπέταξε τοῖς μέτροις τῆς ἡμέρας· καὶ σελήνην, ὅταν ποτὲ πρὸς τὸν ἴδιον κύκλον ἀπαρτισθῇ, ἀρχηγὸν ἐποίησε τῆς νυκτός. Σχεδὸν γὰρ τότε κατὰ διάμετρον οἱ φωστῆρες ἀλλήλοις ἀντικαθίστανται. Ἀνατέλλοντος μὲν γὰρ τοῦ ἡλίου, ἐν ταῖς πανσελήνοις καταφέρεται πρὸς τὸ ἀφανὲς ἡ σελήνη· δυομένου δὲ πάλιν τοῦ ἡλίου, αὕτη πολλάκις ἐξ ἀνατολῶν ἀντανίσχει. Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα οὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖον φῶς, οὐδὲν πρὸς τὸν προκείμενον λόγον. Πλὴν ὅτι ὅταν ἑαυτῆς τε λειοτάτη τυγχάνῃ, κατάρχει μὲν τῆς νυκτὸς τῷ ἰδίῳ φωτὶ τὰ ἄστρα ὑπεραυγάζουσα καὶ τὴν γῆν περιλάμπουσα· ἐξίσου δὲ πρὸς τὸν ἥλιον τοῦ χρόνου διαιρεῖται τὰ μέτρα. 6.4 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς