1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

37

ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή τις πέρα τοῦ μέτρου τὰ ἀπ' αὐτῶν σημεῖα περιεργάζηται, χρησίμους αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει. Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἐστὶ μαθεῖν· πολλὰ δὲ πε ρὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, ἢ μερικῶν ἢ καθόλου, βιαίων ἢ ἀνειμένων. Ἓν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παρα δεικνυμένων καὶ ὁ Κύριος ἡμῖν παραδέδωκεν εἰπὼν, ὅτι Χειμὼν ἔσται, στυγνάζει γὰρ πυρράζων ὁ οὐρανός. Ἐπειδὰν γὰρ δι' ἀχλύος ἡ ἀναφορὰ γένηται τοῦ ἡλίου, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶ ται, τῆς παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσι. Μὴ διαχεθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνος ὁ πεπυκνωμένος τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίρροιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεονασμῷ τοῦ ὑγροῦ χειμῶνα ἐπάξων τοῖς χωρίοις περὶ ἃ συναθροίζεται. Ὁμοίως δὲ καὶ ἐπειδὰν ἡ σελήνη περι λιμνάζηται· καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ἢ ὕδατος ἀερίου πλῆθος, ἢ πνευμάτων βιαίων κίνησιν ὑποφαίνουσιν· ἢ καὶ, οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται. Ὥσπερ οὖν καὶ αἱ ῥάβδοι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρους ἢ χειμῶνας ἐξαισίους, ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυνται. Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλ λομένου. Λεπτὴ μὲν γὰρ οὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν, ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον, τίς ἀγνοεῖ; Ἔξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφος, τοὺς ἐκ τῶν πνευμάτων κινδύνους προορωμένῳ. Ἔξεστι δὲ τῷ ὁδοιπόρῳ πόρρωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητος τοῦ ἀέρος τὴν μεταβολὴν ἀναμένοντι. Γεωργοὶ δὲ, οἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θερα πείας πονούμενοι, πάσας ἐντεῦθεν εὑρίσκουσι τὰς εὐκαιρίας τῶν ἔργων. Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν. Ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ταῦτα σημεῖα τῆς τοῦ παντὸς συμπληρώσεως. 6.5 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν οὐρανίων· καὶ διὰ τοῦτο ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων. Καὶ ἁπλοῦν ὄντα τῆς Γραφῆς τὸν λόγον, Ἔστωσαν εἰς σημεῖα, οὐχὶ τῶν περὶ τὸν ἀέρα τροπῶν, οὐδὲ τῶν περὶ τὰς ὥρας μεταβολῶν, ἀλλ' ἐπὶ τῆς τῶν βίων ἀποκληρώσεως, πρὸς τὸ δοκοῦν ἑαυτοῖς, ἐξακούουσι. Τί γάρ φασιν; Ὅτι τῶνδε μὲν τῶν κινουμένων ἄστρων ἡ ἐπιπλοκὴ, πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ κειμένους ἀστέρας κατὰ τοιόνδε σχῆμα συνελθόντων ἀλλήλοις, τὰς τοιάσδε γενέσεις ἀποτελεῖ· ἡ δὲ τοιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀποκλήρωσιν τοῦ βίου ποιεῖ. Περὶ ὧν οὐκ ἄχρηστον ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν. Ἐρῶ δὲ οὐδὲν ἐμαυτοῦ ἴδιον, ἀλλὰ τοῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ' αὐτῶν ἔλεγχον ἀποχρήσομαι, τοῖς μὲν ἤδη προειλημμένοις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενος, τοῖς δὲ λοιποῖς ἀσφάλειαν πρὸς τὸ μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Οἱ τῆς γενεθλιαλογίας ταύτης εὑρεταὶ, καταμαθόντες ὅτι ἐν τῷ πλάτει τοῦ χρόνου πολλὰ τῶν σχημάτων αὐτοὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέ κλεισαν τοῦ χρόνου τὰ μέτρα· ὡς καὶ παρὰ τὸ μικρότατον καὶ ἀκαριαῖον, οἷόν φησιν ὁ ἀπόστολος, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμοῦ, μεγίστης οὔσης διαφορᾶς γενέσει πρὸς γένεσιν· καὶ τὸν ἐν τούτῳ τῷ