1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

41

μεγάλη ἡ θάλασσα· τὰ δὲ ὡς τὰ πολλὰ πέφυκε πρὸς ἕτερον ἀναφέ ρεσθαι· ὡς μέγας ὁ ἵππος, καὶ ὁ βοῦς μέγας (οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τῶν τοῦ σώματος ὄγκων, ἀλλ' ἐν τῇ πρὸς τὰ ὅμοια παραθέσει τὴν μαρτυρίαν τοῦ μεγέθους τὰ τοιαῦτα λαμβάνει)· πῶς τοίνυν τοῦ μεγάλου τὴν ἔννοιαν ἐκδεξόμεθα; Πότερον ὡς τὸν μύρμηκα, ἢ ἄλλο τι τῶν φύσει μικρῶν, μέγα προσαγορεύομεν διὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν τὴν ὑπεροχὴν μαρτυροῦντες; ἢ τὸ μέγα νῦν οὕτως, ὡς ἐν τῇ οἰκείᾳ τῶν φωστήρων κατασκευῇ τοῦ μεγέθους ἐμφαινομένου; Ἐγὼ μὲν οἶμαι τοῦτο. Οὐ γὰρ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων, διὰ τοῦτο μεγάλοι· ἀλλ' ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν, ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐτῶν ἀναχεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Οἵ γε κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ γινόμενοι, καὶ ἀνατέλλοντες καὶ δυόμενοι καὶ τὸ μέσον ἐπέχοντες, ἴσοι πανταχόθεν τοῖς ἀνθρώποις προφαίνον ται, ὅπερ ἀπόδειξιν ἔχει σαφῆ τῆς τοῦ μεγέθους περιουσίας, τῷ μηδὲν αὐτοῖς ἐπισημαίνειν τὸ πλάτος τῆς γῆς πρὸς τὸ μείζονας δοκεῖν ἢ ἐλάττονας εἶναι. Τὰ μὲν γὰρ πόρρωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν, οἷς δ' ἂν μᾶλλον ἐγγίσωμεν, μᾶλλον αὐτῶν τὸ μέγεθος ἐξευρίσκομεν. Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτέρω καὶ οὐδεὶς πορρωτέρω, ἀλλὰ ἀπ' ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει. Σημεῖον δὲ, ὅτι καὶ Ἰνδοὶ καὶ Βρεττανοὶ τὸν ἴσον βλέπουσιν. Οὔτε γὰρ τοῖς τὴν ἑῴαν οἰκοῦσι καταδυόμενος τοῦ μεγέθους ὑφίησιν, οὔτε τοῖς πρὸς δυσμαῖς κατῳκισμένοις ἀνατέλλων ἐλάττων φαίνεται· οὔτε μὴν ἐν τῷ μεσουρανήματι γινόμενος, τῆς ἐφ' ἑκάτερα ὄψεως παραλλάττει. Μὴ ἐξαπατάτω σε τὸ φαινόμενον· μηδ' ὅτι πηχυαῖος τοῖς ὁρῶσι δοκεῖ, τοσοῦτον αὐτὸν εἶναι λογίσῃ. Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τοῖς μεγίστοις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως οὐκ ἐξικνουμένης τὸν μεταξὺ τόπον διαπερᾶν, ἀλλ' οἱονεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ' ὀλίγον αὐτῆς μέρος προσβαλλούσης τοῖς ὁρατοῖς. Μικρὰ οὖν ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥστε ψεύδεται ἡ ὄψις, ἄπιστον τὸ κριτήριον. Ὑπομνήσθητι δὲ τῶν οἰκείων παθῶν, καὶ παρὰ σεαυτοῦ ἕξεις τῶν λεγομένων τὴν πίστιν. Εἴ ποτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίον εἶδες πολύ τε καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη; πηλίκοι δὲ οἱ ἀροτῆρες αὐτοί; Εἰ μὴ μυρμήκων τινά σοι παρέσχον φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἐπὶ μέγα πέλαγος τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σοι ἔδοξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σοι κα τεφάνη μία τῶν μυριοφόρων ὁλκάδων λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς κομιζομένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικροτέραν σοι παρέσχετο τὴν φαντασίαν; ∆ιότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ἡ ὄψις, ἐξίτηλος γινομένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Ἤδη δέ που καὶ τῶν ὀρῶν τὰ μέγιστα βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ἡ ὄψις εἶναί φησι, ταῖς ἐξοχαῖς προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι δι' ἀτονίαν μὴ δυναμένη. Οὕτως οὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁποῖά ἐστι διασώζει, ἀλλὰ περιφερεῖς οἴεται εἶναι τοὺς τετραγώνους τῶν πύργων. Ὥστε πανταχόθεν δῆλον, ὅτι ἐν ταῖς μεγίσταις ἀποστάσεσιν οὐκ ἔναρθρον ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εἰκασίαν. Μέγας οὖν ὁ φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειροπλασίων τοῦ φαινομένου. 6.10 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι. Μόνος δὲ οὗτος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν. Ὅθεν