1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

46

ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε δὴ λάθρᾳ ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Ἐγὼ δέ σε βούλομαι τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον ἀπέχεσθαι. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Τοῖς οἰκείοις ἀρκοῦ. Πενία μετὰ αὐταρκείας ἀληθοῦς, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσι προτιμοτέρα. Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ' ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. Ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, ὡς τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεθαρμοζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς ἀεὶ προαιρέσεως βεβηκότες, ἀλλ' ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, σωφροσύνην τιμῶντες μετὰ σωφρόνων, ἀκόλαστοι δὲ ἐν ἀκολάστοις, πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πονηρίαν κατακε κρύφθαι. Τὰ τοιαῦτα ἤθη λύκους ἅρπαγας ὀνομάζει ὁ Κύριος, ἐν ἐνδύμασι προβάτων προφαινομένους. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου· δίωκε δὲ ἀλήθειαν, εἰλικρίνειαν, ἁπλότητα. Ὁ ὄφις ποικίλος· διὰ τοῦτο καὶ ἕρπειν κατεδικάσθη. Ὁ δίκαιος ἄπλαστος, ὁποῖος ὁ Ἰακώβ. ∆ιὰ τοῦτο Κατοικίζει Κύριος μονοτρόπους ἐν οἴκῳ. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός· ζῷα μικρὰ μετὰ μεγάλων. Ἀλλ' ὅμως σοφή τίς ἐστι παρ' αὐτοῖς καὶ εὔτακτος διακόσμησις. Οὐ γὰρ μόνον κατηγορεῖν ἔχομεν τῶν ἰχθύων, ἀλλ' ἔστιν ἃ καὶ μιμήσασθαι ἄξιον. Πῶς τὰ γένη τῶν ἰχθύων ἕκαστα τὴν ἐπιτηδείαν ἑαυτοῖς διανειμάμενα χώραν, οὐκ ἐπεμβαίνει ἀλ λήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει; Οὐδεὶς γεωμέτρης παρ' αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχεσι περιγέγραπται· οὐχ ὁροθεσίοις διῄρηται· καὶ αὐτομάτως ἑκάστῳ τὸ χρήσιμον ἀποτέτακται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τινὰ γένη τῶν ἰχθύων βόσκει, κἀκεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα, ἄπορα παρ' ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν, οὐ ποταμὸς τὴν διάβασιν ἀποτέμνεται, ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ ἑκάστου χρειῶδες τὴν δίαιταν ἑκάστοις ἀποκληρῶν. 7.4 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν; Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισ μένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἐρήμην νήσων, ᾗ μηδεμία πρὸς τὸ ἀντιπέρας ἀντικαθέστηκεν ἤπειρος. ∆ιόπερ ἄπλους ἐστὶν, οὔτε ἱστορίας, οὔτε τινὸς χρείας κατατολμᾶν αὐτῆς τοὺς πλωτῆρας ἀναπειθούσης. Ἐκείνην καταλαβόντα τὰ κήτη, τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶ, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις πόλεσι λυμαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ πόλεσιν ἢ κώμαις τισὶν ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτε ταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβῃ, ἄλλοι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ