1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

49

μυρία θαύματα ἐπιλελῆσθαι τῆς συμμετρίας, καὶ ταὐτὸν πεπονθέναι τοῖς ἐν πελάγει ναυτιλ λομένοις, οἳ πρὸς μηδὲν πεπηγὸς τὴν κίνησιν τεκμαιρό μενοι, ἀγνοοῦσι πολλάκις ὅσον διέδραμον. Ὃ δὴ καὶ περὶ ἡμᾶς ἔοικε γεγενῆσθαι, τρέχοντος τοῦ λόγου διὰ τῆς κτίσεως, μὴ λαβεῖν τοῦ πλήθους τῶν εἰρημένων τὴν αἴσθησιν. Ἀλλ' εἰ καὶ φιλήκοον τὸ σεμνὸν τοῦτο θέατρον, καὶ γλυκεῖα δούλων ἀκοαῖς δεσποτικῶν θαυμάτων διήγησις, ἐνταῦθα τὸν λόγον ὁρμίσαντες, μείνωμεν τὴν ἡμέραν πρὸς τὴν τῶν λειπομένων ἀπόδοσιν. Ἀναστάντες δὲ πάντες εὐχαριστή σωμεν ὑπὲρ τῶν εἰρημένων, καὶ αἰτήσωμεν τῶν λειπομένων τὴν πλήρωσιν. Γένοιτο δὲ ὑμῖν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς ἐπιτραπέζια διηγήματα, ὅσα τε ἕωθεν ὑμῖν, καὶ ὅσα κατὰ τὴν ἑσπέραν ἐπῆλθεν ὁ λόγος· καὶ ταῖς περὶ τούτων ἐννοίαις ὑπὸ τοῦ ὕπνου καταληφθέντες, τῆς μεθημε ρινῆς εὐφροσύνης καὶ καθεύδοντες ἀπολαύσοιτε, ἵνα ἐξῇ ὑμῖν λέγειν, Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ, μελετῶσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ηʹ

Περὶ πτηνῶν καὶ ἐνύδρων.

8.1 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον, καὶ ἀπέλαβε καὶ ἡ γῆ τὸν ἴδιον κόσμον. Ἐκεῖ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ὧδε, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἔμψυχος ἄρα ἡ γῆ; καὶ χώραν ἔχουσιν οἱ ματαιόφρονες Μανιχαῖοι, ψυχὴν ἐντιθέντες τῇ γῇ; Οὐκ ἐπειδὴ εἶπεν, Ἐξαγαγέτω, τὸ ἐναποκείμενον αὐτῇ προήνεγκεν, ἀλλ' ὁ δοὺς τὸ πρόσταγμα, καὶ τὴν τοῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατο. Οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ, Βλα στησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον, κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν· οὐδὲ τὸν φοίνικα, ἢ τὴν δρῦν, ἢ τὴν κυπάρισσον κάτω που ἐν ταῖς λαγόσιν ἑαυτῆς ἀποκε κρυμμένα ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν· ἀλλ' ὁ θεῖος λόγος φύσις ἐστὶ τῶν γινομένων. Βλαστησάτω ἡ γῆ· οὐχ ὅπερ ἔχει προβαλλέτω, ἀλλ' ὃ μὴ ἔχει κτησάσθω, Θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύναμιν. Οὕτω καὶ νῦν, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν, οὐ τὴν ἐναποκειμένην, ἀλλὰ τὴν δεδομένην αὐτῇ παρὰ τοῦ Θεοῦ διὰ τῆς ἐπιταγῆς. Ἔπειτα καὶ εἰς τὸ ἐναντίον αὐτοῖς ὁ λόγος περιτραπήσεται. Εἰ γὰρ ἐξήνεγκεν ἡ γῆ τὴν ψυχὴν, ἐρήμην ἑαυτὴν κατέλιπε τῆς ψυχῆς. Ἀλλ' ἐκείνων μὲν τὸ βδελυκτὸν αὐτόθεν γνώριμον. ∆ιὰ τί μέντοι τὰ μὲν ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν ἐξαγα γεῖν προσετάχθη, ἡ δὲ γῆ ψυχὴν ζῶσαν; Λογιζόμεθα τοίνυν, ὅτι τῶν μὲν νηκτῶν ἡ φύσις ἀτελεστέρας πως δοκεῖ ζωῆς μετέχειν, διὰ τὸ ἐν τῇ παχύτητι τοῦ ὕδατος διαιτᾶσθαι. Καὶ γὰρ ἀκοὴ παρ' ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλὺ διὰ τοῦ ὕδατος βλέποντες, καὶ οὔτε τις μνήμη παρ' ἐκείνοις, οὔτε φαντασία, οὔτε τοῦ συνήθους ἐπίγνωσις. ∆ιὰ τοῦτο οἱονεὶ ἐνδείκνυται ὁ λόγος, ὅτι ἡ σαρκικὴ ζωὴ τοῖς ἐνύδροις καθηγεῖται τῶν ψυχικῶν κινημάτων· ἐπὶ δὲ τῶν χερσαίων, ὡς τελειοτέρας αὐτῶν οὔσης τῆς ζωῆς, ἡ ψυχὴ τὴν ἡγεμονίαν ἐπιτέτραπται πᾶσαν. Αἵ τε γὰρ αἰσθήσεις μᾶλλον τετράνωνται· καὶ ὀξεῖαι μὲν τῶν παρόντων αἱ ἀντιλήψεις· ἀκριβεῖς δὲ μνῆμαι τῶν παρελθόντων παρὰ τοῖς πλείστοις τῶν τετραπόδων. ∆ιὰ τοῦτο, ὡς ἔοικεν, ἐπὶ μὲν τῶν ἐνύδρων σώματα ἐκτίσθη ἐψυχωμένα (ἑρπετὰ γὰρ ψυχῶν ζωσῶν ἐκ τῶν ὑδάτων παρήχθη), ἐπὶ δὲ τῶν χερσαίων ψυχὴ σώματα οἰκονομοῦσα προσετάχθη γενέσθαι, ὡς πλέον τι τῆς ζωτικῆς δυνάμεως τῶν ἐπὶ γῆς διαιτωμένων μετειλη φότων. Ἄλογα μὲν γὰρ, καὶ τὰ χερσαῖα· ἀλλ' ὅμως ἕκαστον τῇ ἐκ τῆς φύσεως φωνῇ πολλὰ τῶν κατὰ ψυχὴν παθημάτων διασημαίνει. Καὶ γὰρ καὶ