1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

53

φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν, ἔπειθ' ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; Τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς. Ἀκουέ τωσαν οἱ κακόξενοι, καὶ τὰς θύρας κλείοντες, καὶ μηδὲ στέγης ἐν χειμῶνι καὶ νυκτὶ τοῖς ἐπιδημοῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξήρκει τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν ἐβούλοντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι τὸν πατέρα ὑπὸ τοῦ γήρως πτερορρυήσαντα περιστάντες ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς διαθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχονται βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ἀντιπελάργωσιν ὀνομάζουσι. Μηδεὶς πενίαν ὀδυρέσθω· μηδὲ ἀπογινωσκέτω ἑαυτοῦ τὴν ζωὴν, ὁ μηδεμίαν οἴκοι περιουσίαν καταλιπὼν, πρὸς τὸ τῆς χελιδόνος εὐμήχανον ἀποβλέπων. Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακομίζει· πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν πτερῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν· καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς νεοττοὺς ἐκτρέφει· ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως ἰατρικὴν, δι' ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐκγόνων τὰς ὄψεις. Ταῦτά σε νουθετείτω, μὴ διὰ πενίαν πρὸς κακουργίαν τρέπεσθαι· μηδὲ ἐν τοῖς χαλεπωτάτοις πάθεσι πᾶσαν ἐλπίδα ῥίψαντα, ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον· ἀλλ' ἐπὶ Θεὸν κατα φεύγειν, ὃς εἰ χελιδόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Ἁλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσ σεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλκυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζῴῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ Θεοῦ τὰ πρὸς σωτη ρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας τοῦ Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα; 8.6 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. ∆ύο γὰρ ἐξαγαγὼν νεοσσοὺς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταρρήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον, ὥς φασι, διαφθαρῆναι ἡ φήνη· ἀλλ' ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις ἑαυτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι, τῶν γονέων, οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια· ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισότατοι πρὸς τὰ ἔκγονα. ∆ίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασιν ἑκάστῳ τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς ἴσως