1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

56

ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες· οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησώμεθα. Πολλάκις ὑπηρετήσας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Εἰ φιλόπλουτος εἶ, ἔχεις πλοῦτον πνευματικὸν, Τὰ κρίματα Κυρίου τὰ ἀληθινὰ, τὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, τὰ ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Εἰ ἀπολαυστικὸς καὶ φιλήδονος, ἔχεις τὰ λόγια τοῦ Θεοῦ τῷ τὴν πνευματικὴν αἴσθησιν ἐρρωμένῳ Γλυκύτερα ὄντα ὑπὲρ μέλι καὶ κηρίον. Ἐὰν ὑμᾶς διαφῶ, καὶ διαλύσω τὸν σύλλογον, οἱ μὲν ἐπὶ τοὺς κύβους δραμοῦνται. Ὅρκοι ἐκεῖ, καὶ φιλονεικίαι χαλεπαὶ, καὶ φιλοχρηματίας ὠδῖνες. ∆αίμων παρέστηκε διὰ τῶν κατεστιγμένων ὀστέων τὴν μανίαν ἐξάπτων, καὶ τὰ αὐτὰ χρήματα πρὸς ἑκάτερον μέρος μετατιθεὶς, νῦν τοῦτον ἐπαίρων τῇ νίκῃ, κἀκείνῳ κατήφειαν ἐμποιῶν, πάλιν δὲ ἐκεῖνον γαυριῶντα δεικνὺς, καὶ τοῦτον κατῃσχυμμένον. Τί ὄφελος, νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κυβεύων, σχολὴν δὲ ἄλλως ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ, ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσεται· εἰ δὲ μὴ, ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν. Ἱκανὰ [καὶ] τὰ εἰρημένα εὐγνώμονι κριτῇ, ἐὰν μή τις πρὸς τὸν πλοῦτον τῆς κτίσεως ἀποβλέπῃ, ἀλλὰ πρὸς τὸ τῆς ἡμετέρας δυνάμεως ἀσθενὲς, καὶ πρὸς τὸ αὔταρκες εἰς εὐφροσύνην τῶν συνεληλυθότων. Ἡ γῆ ὑμᾶς ταῖς οἰκείαις βλάσταις ἐδεξιώσατο· ἡ θάλασσα τοῖς ἰχθύσιν, ὁ ἀὴρ τοῖς πτηνοῖς. Ἑτοίμη ἡ χέρσος, ὁμότιμα τούτοις ἀντε πιδείξασθαι. Ἀλλὰ τοῦτο μέτρον ἔστω τῆς ἑωθινῆς ἑστιά σεως, ἵνα μὴ ὁ ὑπερβάλλων κόρος ἀμβλυτέρους ὑμᾶς πρὸς τὴν τῶν ἑσπερινῶν ἀπόλαυσιν καταστήσῃ. Ὁ δὲ τὰ πάντα πληρώσας τῆς ἑαυτοῦ κτίσεως, καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλιπὼν, πληρώσαι ὑμῶν τὰς καρδίας πάσης εὐφροσύνης πνευματικῆς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ θʹ Περὶ χερσαίων.

9.1 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη; Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν

εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶναι φιλοτιμούμενος, ἀπορίᾳ τῶν πολυτελεστέρων ἀποκναίει τοὺς δαιτυμόνας, τὴν πενιχρὰν παρασκευὴν δαψιλῶς ἐπιφέρων τῇ τραπέζῃ· ὥστε περιίστασθαι αὐτῷ εἰς ἀπειροκαλίας ὄνειδος τὸ φιλότιμον. Τοιοῦτον δή τι καὶ τὸ ἡμέτερον, εἰ μή τι ὑμεῖς ἄλλο λέγετε. Πλὴν ὁποῖά ποτ' ἂν ᾖ, οὐκ ἐξουδενω τέον ὑμῖν. Οὐδὲ γὰρ Ἐλισσαῖον ὡς φαῦλον ἑστιάτορα παρῃτοῦντο οἱ τότε, καὶ ταῦτα λαχάνοις ἀγρίοις ἑστιῶντα τοὺς φίλους. Οἶδα νόμους ἀλληγορίας, εἰ καὶ μὴ παρ' ἐμαυτοῦ ἐξευρὼν, ἀλλὰ τοῖς παρ' ἑτέρων πεπονημένοις περιτυχών. Ἃς οἱ μὴ καταδεχόμενοι τὰς κοινὰς τῶν γεγραμ μένων ἐννοίας, τὸ ὕδωρ οὐχ ὕδωρ λέγουσιν, ἀλλά τινα ἄλλην φύσιν, καὶ φυτὸν καὶ ἰχθὺν πρὸς τὸ ἑαυτοῖς δοκοῦν ἑρμηνεύουσι, καὶ ἑρπετῶν γένεσιν καὶ θηρίων ἐπὶ τὰς οἰκείας ὑπονοίας παρατρέψαντες ἐξηγοῦνται, ὥσπερ οἱ ὀνειροκρίται τῶν φανέντων ἐν ταῖς καθ' ὕπνον φαντασίαις πρὸς τὸν οἰκεῖον σκοπὸν τὰς ἐξηγήσεις ποιούμενοι. Ἐγὼ δὲ χόρτον ἀκούσας, χόρτον νοῶ, καὶ φυτὸν, καὶ ἰχθὺν, καὶ θηρίον, καὶ κτῆνος, πάντα ὡς εἴρηται οὕτως ἐκδέχομαι. Καὶ γὰρ οὐκ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. Οὐδὲ ἐπειδὴ οἱ τὰ περὶ κόσμου γράψαντες πολλὰ περὶ σχημάτων γῆς διε λέχθησαν, εἴτε