1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

58

Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ αὐτὴν τὸ χαρακτηρίζον ἐστὶν, ἡ ἀλογία. Ἰδιώμασι δὲ διαφόροις ἕκαστον τῶν ζῴων κέκριται. Εὐσταθὴς μὲν γὰρ ὁ βοῦς, νωθὴς δὲ ὁ ὄνος· θερμὸς δὲ ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεος· ἀτιθάσσευτος ὁ λύκος, καὶ δολερὸν ἡ ἀλώπηξ· δειλὸν ἡ ἔλαφος· ὁ μύρμηξ φιλόπονος· εὐχάριστον ὁ κύων καὶ πρὸς φιλίαν μνημονικόν. Ὁμοῦ τε γὰρ ἐκτίσθη ἕκαστον, καὶ συνεπηγάγετο ἑαυτῷ τῆς φύσεως τὸ ἰδίωμα. Συναπεγεννήθη ὁ θυμὸς τῷ λέοντι, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. Οἷον γάρ τις τύραννος τῶν ἀλόγων, διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν, τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται. Ὅς γε οὐδὲ χθιζὴν τροφὴν προσίεται, οὐδ' ἂν τὰ λείψανα τῆς ἑαυτοῦ θήρας ἐπέλθοι· ᾧ καὶ τηλικαῦτα τῆς φωνῆς τὰ ὄργανα ἡ φύσις ἐνέθηκεν, ὥστε πολλὰ τῶν ζῴων ὑπερβάλλοντα τῇ ταχύτητι, μόνῳ πολλάκις ἁλίσκεσθαι τῷ βρυχήματι. Ῥαγδαῖον ἡ πάρδαλις, καὶ ὀξύρροπον ταῖς ὁρμαῖς· ἐπιτήδειον αὐτῇ τὸ σῶμα συνέζευκται τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιότροπον καὶ τὸ ἦθος, ὕπουλον, βαθὺ ἐνδεδυκός. Ὅμοιον ἠμφίεσται καὶ τὸ σῶμα, βαρὺ, συμπεπηγὸς, ἀδιάρθρωτον, πρέπον τῷ ὄντι φωλάδι κατεψυγμένῃ. Ἐὰν ἐπερχώμεθα τῷ λόγῳ πόση τοῖς ἀλόγοις τούτοις ἐνυπάρχει ἀδίδακτος καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, ἢ πρὸς τὴν ἡμῶν αὐτῶν φυλακὴν καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνοιαν κινηθησόμεθα, ἢ ἐπιπλέον κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπολειπόμενοι. Ἄρκτος πολλάκις βαθυτάταις κατα- τρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει, πάσαις μηχαναῖς τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις δ' ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα, διὰ τῆς τοῦ ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ ὄφις τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται βοσκηθεὶς μάραθρον. Αἱ δὲ προγνώσεις τῆς περὶ τὸν ἀέρα μεταβολῆς ποίαν οὐχὶ σύνεσιν λογικὴν ἀποκρύπτουσιν; Ὅπου γε τὸ μὲν πρόβατον, χειμῶνος προσιόντος, λάβρως τὴν τροφὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενον πρὸς τὴν μέλλουσαν ἔνδειαν. Βόες δὲ κατακεκλεισμένοι χρονίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη ποτὲ τοῦ ἔαρος προσιόντος, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμενοι, ἐκ τῶν βοοστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι, πάντες ὑφ' ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. Ἤδη δέ τινες τῶν φιλοπόνων καὶ τὸν χερσαῖον ἐχῖνον ἐτήρησαν διπλᾶς ἀναπνοὰς τῇ ἑαυτοῦ καταδύσει μηχανησάμενον, καὶ μέλλοντος μὲν βορέου πνεῖν, ἀποφράσσοντα τὴν ἀρκτῴαν· νότου δὲ πάλιν μεταλαμβάνοντος, εἰς τὴν προσάρκτιον μεταβαίνοντα. Τί διὰ τούτων ἡμῖν ὑποδείκνυται τοῖς ἀνθρώποις; Οὐ μόνον τὸ διὰ πάντων διήκειν τοῦ κτίσαντος ἡμᾶς τὴν ἐπιμέλειαν, ἀλλὰ καὶ τὸ παρὰ τοῖς ἀλόγοις εἰναί τινα τοῦ μέλλοντος αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρούσῃ ζωῇ προστετηκέναι, ἀλλ' ὑπὲρ τοῦ μέλλοντος αἰῶνος τὴν πᾶσαν ἔχειν σπουδήν. Οὐ φιλοπονήσεις περὶ σεαυτοῦ, ἄνθρωπε; οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποθήσεις τὰς τοῦ μέλλοντος ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέψας; Ὃς ἐν θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυρίζει, καὶ οὐχ ὅτι μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνον· ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμιείοις· καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐπιπλεῖστον διαρκεῖν μηχανώμενος. ∆ιακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντες ἄχρηστοι πρὸς τροφὴν αὐτῷ γένοιντο. Καὶ διαψύχει τούτους, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ οὐκ ἐν παντὶ προβάλλει καιρῷ, ἀλλ' ὅταν προαίσθηται τοῦ ἀέρος ἐν εὐδινῇ καταστάσει φυλαττομένου.