1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

59

Ἀμέλει οὐκ ἂν ἴδοις ὄμβρον ἐκ νεφῶν ἐπιρρυέντα παρ' ὅσον χρόνον ἐκ τῶν μυρμήκων ὁ σῖτος προβέβληται. Τίς ἐφίκηται λόγος; ποία χωρήσει ἀκοή; τίς ἐξαρκέσει χρόνος πάντα εἰπεῖν καὶ διηγήσασθαι τοῦ τεχνίτου τὰ θαύματα; Εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου, Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Οὐ τοίνυν ἡμῖν πρὸς ἀπολογίαν αὔταρκες, τὸ μὴ γράμμασι διδαχθῆναι τὰ συμφέροντα, τῷ ἀδιδάκτῳ τῆς φύσεως νόμῳ τὴν τοῦ λυσιτελοῦντος αἵρεσιν δεξαμένοις. Οἶδας τί ποιήσεις τῷ πλησίον καλόν; Ὃ σεαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Οἶδας ὅ τι ποτέ ἐστι τὸ κακόν; Ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ' ἑτέρου. Οὐδεμία ῥιζοτομικὴ τέχνη, οὐδὲ ἐμπειρία βοτανικὴ τῶν ὠφελίμων τοῖς ἀλόγοις τὴν διδασκαλίαν ἐξεῦρεν, ἀλλὰ φυσικῶς ἕκαστον τῶν ζῴων τῆς οἰκείας ἐστὶ σωτηρίας ποριστικὸν, καὶ ἄρρητόν τινα κέκτηται τὴν πρὸς τὸ κατὰ φύσιν οἰκείωσιν. 9.4 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδεὶς ἡμᾶς λόγος διδάσκει τὴν νόσον μισεῖν, ἀλλ' αὐτόματον ἔχομεν τὴν πρὸς τὰ λυποῦντα διαβολήν· οὕτω καὶ τῇ ψυχῇ ἔστι τις ἀδίδακτος ἔκκλισις τοῦ κακοῦ. Κακὸν δὲ πᾶν ἀρρωστία ψυχῆς, ἡ δὲ ἀρετὴ λόγον ὑγιείας ἐπέχει. Καλῶς γὰρ ὡρίσαντό τινες ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπὼν, οὐχ ἁμαρτήσει τοῦ πρέποντος. Ὅθεν ὀρεκτικὴ τοῦ οἰκείου καὶ κατὰ φύσιν αὐτῇ ἀδιδάκτως ἐστὶν ἡ ψυχή. ∆ιὸ ἐπαινετὴ πᾶσιν ἡ σωφροσύνη· καὶ ἀποδεκτὴ ἡ δικαιοσύνη· καὶ θαυμαστὴ ἡ ἀνδρεία· καὶ ἡ φρόνησις περισπούδαστος. Ἃ οἰκειότερά ἐστι τῇ ψυχῇ μᾶλλον, ἢ τῷ σώματι ἡ ὑγεία. Τὰ τέκνα, ἀγαπᾶτε τοὺς πατέρας. Οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα. Μὴ καὶ ἡ φύσις ταῦτα οὐ λέγει; Οὐδὲν καινὸν παραινεῖ Παῦλος, ἀλλὰ τὰ δεσμὰ τῆς φύσεως ἐπισφίγγει. Εἰ ἡ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται, τί εἴπῃ ἄνθρωπος καὶ τῆς ἐντολῆς παρακούων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζῃ γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν προτέρων παίδων ἐπιλανθάνηται; Ἀμήχανός ἐστιν ἡ στοργὴ τοῖς ἀλόγοις τέκνων καὶ γονέων πρὸς ἄλληλα, διότι ὁ δημιουργήσας αὐτὰ Θεὸς τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Πόθεν γὰρ ἐν μυρίοις προβάτοις ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενος οἶδε μὲν τὴν χροίαν αὐτὴν καὶ τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γάλακτος; Κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται, πολλὰ παραδραμὼν οὔθατα βαρυνόμενα. Καὶ ἡ μήτηρ ἐν μυρίοις ἄρνασιν ἐπιγινώσκει τὸ ἴδιον; Φωνὴ μία, χρόα ἡ αὐτὴ, ὀσμὴ παρὰ πάντων ὁμοία, ὅσον τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται, ἀλλ' ὅμως ἐστί τις αὐτοῖς αἴσθησις τῆς ἡμετέρας καταλήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστιν ἡ τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐμφυήσεται. Ταῦτα ἀπόδειξιν ἔχει τοῦ ἀδιδάκτους εἶναι τὰς φύσεις ἁπάντων, καὶ μηδὲν εἶναι ἄτακτον μηδὲ ἀόριστον ἐν τοῖς οὖσιν, ἀλλὰ πάντα ἴχνη φέρειν τῆς τοῦ ποιήσαντος σοφίας, ἐν ἑαυτοῖς δεικνύντα ὅτι ἐμπαράσκευα πρὸς τὴν φυλακὴν τῆς οἰκείας αὐτῶν σωτηρίας παρήχθη. Λόγου μὲν ἄμοιρος ὁ κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ αἴσθησιν ἔχει. Ἃ γὰρ οἱ κατὰ πολλὴν σχολὴν τοῦ βίου καθεζόμενοι μόλις ἐξεῦρον οἱ τοῦ κόσμου σοφοὶ, τὰς τῶν συλλογισμῶν λέγω πλοκὰς, ταῦτα δείκνυται παρὰ τῆς φύσεως ὁ κύων πεπαιδευμένος. Τὸ γὰρ ἴχνος τοῦ θηρίου διερευνώμενος, ἐπειδὰν εὕρῃ αὐτὸ πολυτρόπως σχιζόμενον, τὰς ἑκασταχοῦ φερούσας ἐκτροπὰς ἐπελθὼν, μονονουχὶ τὴν συλλογιστικὴν φωνὴν ἀφίησι δι' ὧν πράσσει· ἢ τήνδε, φησὶν, ἐτράπη τὸ θηρίον, ἢ τήνδε, ἢ ἐπὶ τόδε τὸ μέρος· ἀλλὰ μὴν οὔτε τήνδε, οὔτε τήνδε, λειπόμενόν ἐστι τῇδε ὡρμῆσθαι αὐτό· καὶ οὕτως τῇ ἀναιρέσει τῶν ψευδῶν εὑρίσκει