1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

62

παροῦσα φωνὴ παντελῶς αὐτῶν ἀποφράσσει τὸ στόμα. Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον. Μὴ καὶ νῦν, εἰπέ μοι, μεμονωμένον ἐστὶ τὸ πρόσωπον; Οὐ γὰρ γέγραπται, γενηθήτω ἄνθρωπος, ἀλλὰ, Ποιήσωμεν ἄνθρωπον. Ἕως οὔπω ὁ διδασκόμενος παρεφαίνετο, ἐν βάθει ἐκεκάλυπτο τῆς θεολογίας τὸ κήρυγμα· ὅτε λοιπὸν ἀνθρώπου γένεσις προσδοκᾶται, παραγυμνοῦται ἡ πίστις, καὶ τρανότερον παραδηλοῦται τῆς ἀληθείας τὸ δόγμα. Ποιήσωμεν ἄνθρωπον. Ἀκούεις, ὦ χριστομάχε, ὅτι τῷ κοινωνῷ τῆς δημιουργίας προσδιαλέγεται, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ὃς φέρει τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἀλλ' οὐ γὰρ ἡσυχῇ παραδέχεται τὸν λόγον τῆς εὐσεβείας· ὥσπερ δὲ τῶν θηρίων τὰ μισανθρωπότατα, ἐπειδὰν τοῖς ζώγροις ἐναποκλεισθῇ, περιβρύχεται τοῖς κυλίνδροις, τὸ μὲν πικρὸν καὶ ἀνήμερον τῆς φύσεως ἐνδεικνύμενα, ἐκπληρῶσαι δὲ τὴν μανίαν οὐκ ἔχοντα· οὕτω καὶ τὸ ἐχθρὸν τῆς ἀληθείας γένος οἱ Ἰουδαῖοι στενοχωρούμενοι, πολλὰ, φασὶν, ἐστὶ τὰ πρόσωπα πρὸς οὓς ὁ λόγος γέγονε τοῦ Θεοῦ. Τοῖς ἀγγέλοις γὰρ λέγει τοῖς παρεστῶσιν αὐτῷ, Ποιήσωμεν ἄνθρωπον. Ἰουδαϊκὸν τὸ πλάσμα, τῆς ἐκεῖθεν εὐκολίας τὸ μυθολόγημα· ἵνα τὸν ἕνα μὴ παραδέξωνται, μυρίους εἰσάγουσι. Καὶ τὸν Υἱὸν ἀθετοῦντες, οἰκέταις τὸ τῆς συμβουλίας ἀξίωμα περιάπτουσι· καὶ τοὺς ὁμοδούλους ἡμῶν κυρίους ποιοῦσι τῆς ἡμετέρας δημιουργίας. Τελειούμενος ἄνθρωπος πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Ποῖον δὲ δημιούργημα ἴσον δύναται εἶναι τῷ κτίσαντι; Σκόπει δὲ καὶ τὰ ἐφεξῆς, Κατ' εἰκόνα ἡμετέραν. Τί λέγεις πρὸς τοῦτο; Μὴ καὶ εἰκὼν μία Θεοῦ καὶ ἀγγέλων; Υἱοῦ μὲν γὰρ καὶ Πατρὸς πᾶσα ἀνάγκη τὴν αὐτὴν εἶναι μορφήν· θεοπρεπῶς δηλονότι τῆς μορφῆς νοουμένης, οὐκ ἐν σχήματι σωματικῷ, ἀλλ' ἐν τῷ ἰδιώματι τῆς θεότητος. Ἄκουε καὶ σὺ ὁ ἐκ τῆς νέας κατατομῆς, ὁ τὸν Ἰουδαϊσμὸν πρεσβεύων ἐν Χριστιανισμοῦ προσποιήσει. Τίνι λέγει, Κατ' εἰκόνα ἡμετέραν; Τίνι ἄλλῳ γε, ἢ τῷ ἀπαυγάσματι τῆς δόξης, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου; Τῇ ἰδίᾳ τοίνυν εἰκόνι τῇ ζώσῃ, τῇ εἰπούσῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ταύτῃ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Ὅπου μία εἰκὼν, ποῦ τὸ ἀνόμοιον; Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Οὐχὶ, ἐποίησαν. Ἔφυγεν ἐνταῦθα τὸν πληθυσμὸν τῶν προσώπων. ∆ι' ἐκείνων μὲν τὸν Ἰουδαῖον παιδεύων, διὰ τούτων δὲ τὸν Ἑλληνισμὸν ἀποκλείων, ἀσφαλῶς ἀνέδραμεν ἐπὶ τὴν μονάδα, ἵνα καὶ Υἱὸν νοῇς μετὰ Πατρὸς, καὶ τῆς πολυθεΐας ἐκφύγῃς τὸ ἐπικίνδυνον. Ἐν εἰκόνι Θεοῦ ἐποίησεν αὐτόν. Πάλιν τοῦ συνεργοῦ τὸ πρόσωπον παρεισήγαγεν. Οὐ γὰρ εἶπεν, ἐν εἰκόνι ἑαυτοῦ, ἀλλ', Ἐν εἰκόνι Θεοῦ. Ἐν τίνι μὲν οὖν ἔχει τὸ κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, καὶ πῶς μεραλαμβάνει τοῦ καθ' ὁμοίωσιν, ἐν τοῖς ἐφεξῆς, Θεοῦ διδόντος, εἰρήσεται. Νῦν δὲ τοσοῦτον λεγέσθω, ὅτι εἰ μία εἰκὼν, πόθεν σοι ἐπῆλθεν ἀφόρητα δυσσεβεῖν, ἀνόμοιον λέγοντι τὸν Υἱὸν τῷ Πατρί; Ὢ τῆς ἀχαριστίας· ἧς μετέλαβες ὁμοιότητος, ταύτης οὐ μεταδίδως τῷ εὐεργέτῃ; καὶ σαυτῷ μὲν κύρια μένειν τὰ ἐκ τῆς χάριτος παρασχεθέντα νομίζεις, τῷ δὲ Υἱῷ τὴν ἐκ φύσεως ὁμοιότητα πρὸς τὸν γεννήσαντα ἔχειν οὐκ ἐπιτρέπεις; Ἀλλὰ σιωπὴν γὰρ ἡμῖν ἐπιτάσσει λοιπὸν ἡ ἑσπέρα πάλαι πρὸς δυσμὰς τὸν ἥλιον παραπέμψασα. Ἐνταῦθα δὴ οὖν τὸν λόγον καὶ ἡμεῖς κατευνάσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις. Νῦν μὲν οὖν ὅσον διεγεῖραι ὑμῶν τὸν ζῆλον τοῦ λόγου παρηψάμεθα· τὴν δὲ τελειοτέραν περὶ τῶν προκειμένων ἐξέτασιν ἐν τοῖς ἑξῆς ἀποδώσομεν, τῇ συνεργίᾳ τοῦ Πνεύματος. Ἄπιτέ μοι χαίροντες, ἡ φιλόχριστος ἐκκλησία, ἀντὶ παντὸς ὄψου πολυτελοῦς καὶ τῶν ποικίλων καρυκευμάτων τῇ μνήμῃ τῶν εἰρημένων τὰς σεμνὰς ὑμῶν κατακοσμοῦντες τραπέζας. Καταισχυνέσθω ὁ ἀνόμοιος, ἐντρεπέσθω ὁ Ἰουδαῖος, ἀγαλλέσθω τοῖς δόγμασι τῆς ἀληθείας ὁ εὐσεβὴς, δοξαζέσθω ὁ Κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.