1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

3

τούτων ἕκα στον γίνεται. Μακάριος οὖν ὁ τὰ πλείστου ἄξια κεκτη μένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Καὶ πρίν γε εἰπεῖν, τί τὸ μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, βούλομαι ὑμῖν τὸ ἐν τῷ τόπῳ ζη τούμενον διαλῦσαι. ∆ιὰ τί, φησὶν, ὁ προφήτης τὸν ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; ἆρα μὴ τοῦ μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισε; Μὴ γένοιτο! Μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ἀμφοτέροις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐ τὸς ἀμφοτέροις. Ἄκουε τῆς Γενέσεως· Ἐποίησε, 29.217 φησὶ, ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ τούς. Ὧν δὲ ἡ φύσις μία, τούτων καὶ ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ ὁ μισθὸς ὁ αὐτός. ∆ιὰ τί οὖν, ἀνδρὸς μνησθεὶς, τὴν γυναῖκα ἀπεσιώπησεν; Ὅτι ἀρκεῖν ἡγήσατο, μιᾶς οὔσης τῆς φύσεως, ἐκ τοῦ ἡγεμονικωτέρου τὸ ὅλον ἐνδείξασθαι. Μακάριος οὖν ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε βῶν. Σκόπει τῶν ῥημάτων τὸ ἀκριβὲς, πῶς ἑκάστη λέξις δογμάτων πεπλήρωται. Οὐκ εἶπεν, Ὃς οὐ πο ρεύεται ἐν βουλῇ ἀσεβῶν, ἀλλ', Ὃς οὐκ ἐπορεύθη. Ὁ μὲν γὰρ ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατα κλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. ∆ιὰ τί οὖν μακάριοι οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου; οὐ γὰρ τοὺς πορευθέντας ἐκεῖ, ἀλλὰ τοὺς ἔτι πορευομένους μακαριστοὺς ὁ λόγος τίθεται· ὅτι οἱ τὸ ἀγαθὸν ἐρ γαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες οὐκ, ἐὰν ἅπαξ που ἢ δεύτε ρον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς δια δρᾶναι. Ἐκ δὲ τῆς τοῦ λόγου ἀκολουθίας καὶ ἕτερον ἡμῖν ἄπορον ἀνεφάνη. ∆ιὰ τί οὐχὶ τὸν κατορθοῦντα τὴν ἀρετὴν μακαρίζει, ἀλλὰ τὸν μὴ πεποιηκότα τὴν ἁμαρτίαν; Οὕτως γὰρ καὶ ἵππος, καὶ βοῦς, καὶ λίθος μακαρισθήσεται. Ποῖον γὰρ ἄψυχον ἔστη ἐν ὁδῷ ἁμαρ τωλῶν, ἢ ποῖον ἄλογον ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισε; Μικρὸν μὲν οὖν ἀναμείνας, εὑρήσεις τὸ ἴαμα. Ἐπάγει γάρ· Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Θείου δὲ νόμου μελέτη ἐπὶ τὸν λογικὸν μόνον πίπτει. Ἡμεῖς δὲ κἀκεῖνο λέγομεν, ὅτι ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Σοφῶς οὖν καὶ ἐντέχνως προσάγων ἡμᾶς εἰς ἀρετὴν, τὴν ἀναχώρησιν τῆς κακίας ἀρχὴν ἐποιήσατο τῶν καλῶν. Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐ ληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Κλίμακι γὰρ προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσεβείας τὴν ἄσκησιν· κλίμακι ἐκείνῃ, ἢν εἶδέ ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν ἦν πρόσγειά τε καὶ χαμαίζηλα, τὰ δὲ ὑπὲρ αὐτὸν ἤδη τὸν οὐρα νὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ' ἀρετὴν βίον τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος, κἀκεῖθεν ἀεὶ τῶν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς κατ' ὀλίγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐπὶ τῆς 29.220 κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκο πῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα· οἷον, Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις. Ἀργίας τούτων ἕκαστον καὶ ἀκινησίας δεῖται. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ, Ἐάν τίς σε ἀγγαριεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο, ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, καὶ ψυχῆς ἤδη νεανικῆς δεόμενα πρὸς κατόρθωσιν. Ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτο τέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Τρία δὲ προ έβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν, μὴ καθεσθῆ ναι ἐπὶ καθέδρας λοιμῶν. Τῇ φύσει τῶν πρα γμάτων ἑπόμενος, τὴν τάξιν ταύτην τοῖς εἰρημένοις ἐπέθηκεν. Βουλευόμεθα γὰρ πρότερον,