1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

5

∆ύο γάρ εἰσιν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμ μένη. Καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπι στρέφειν ἐπιχειρῶν. Ἔχει οὖν ἡ μὲν λεία ὁδὸς καὶ πρανὴς ὁδηγὸν ἀπατηλὸν, δαίμονα πονηρὸν, δι' ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπι συρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης ἄγγελον ἀγα θὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον 29.224 τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρε τὴν καὶ κακίαν, καὶ πυκνὰ πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς ὅσον καλὰ ὑπισχνεῖ ται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδο κωμένην εἰς ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνε ται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρουμένη, ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα. Ὧδε βλέ πει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός· ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές· ἐνταῦθα ὄρχησιν, κἀκεῖ προσ ευχήν· αὐλοὺς ὧδε, κἀκεῖ στεναγμούς· ὧδε πορ νείαν, κἀκεῖ παρθενίαν. Ἐπεὶ οὖν τὸ μὲν ἀληθινῶς ἀγαθὸν λογισμῷ ληπτόν ἐστι διὰ πίστεως (μακρὰν γὰρ ἀπῴκισται, καὶ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε), τὸ δὲ τῆς ἁμαρτίας ἡδὺ πρόχειρον ἔχει καὶ διὰ πάσης αἰσθήσεως ῥέουσαν τὴν ἀπόλαυσιν· μακά ριος ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δε λεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι' ὑπομονῆς τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ ἀγού σης ἐπὶ τὰ χείρονα. Καὶ ἐπὶ καθέδρας λοιμῶν οὐκ ἐκάθισεν. Ἆρα ταύτας λέγει τὰς καθέδρας, ἐφ' ὧν ἀναπαύομεν ἡμῶν τὰ σώματα; Καὶ τίς ἡ ἀπὸ τοῦ ξύλου πρὸς ἁμαρτίαν μετάδοσις, ὥστε με τὴν ὑπὸ τοῦ ἁμαρτω λοῦ προκαταληφθεῖσαν καθέδραν ὡς βλαβερὰν ἀπο φεύγειν; Ἢ νομίζειν ἡμᾶς χρὴ καθέδραν λέγεσθαι τὴν ἑδραίαν καὶ μόνιμον ἐν τῇ κρίσει τῆς κακίας διατριβήν; Ὃ φυλακτέον ἡμῖν, διότι τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ πάθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ ἀνίατος παντελῶς, εἰς φύσιν, ὡς τὰ πολλὰ, τοῦ ἔθους μεθισταμένου. Εὐχῆς μὲν οὖν ἄξιον μὴ προσ άψασθαι τοῦ κακοῦ. ∆εύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν, κατὰ τὸ γεγραμμένον παρὰ τοῦ Σολομῶντος περὶ τῆς γυ ναικὸς τῆς φαύλης, ὅτι Μὴ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, ἀλλ' ἀποπήδησον· μὴ ἐγχρονίσῃς. Νῦν δὲ οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς 29.225 πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένον τας. Ὡς γὰρ οἱ ἐν βορβόρῳ καλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλόν· οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσσονται. Μακάριον μὲν οὖν τὸ μὴ δια νοηθῆναι τὸ πονηρόν· εἰ δὲ κατὰ συναρπαγὴν τοῦ ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βουλεύματα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ ἐνιδρυνθῇς τῷ κακῷ. Μὴ τοίνυν καθεσθῇς ἐπὶ καθ έδρας τῆς τῶν λοιμῶν. Εἰ ἐνόησας καθέδραν τίνα φησὶν ὁ λόγος, ὅτι τὴν διαρκῆ λέγει τοῦ κακοῦ προσ εδρίαν, ἐξέτασον λοιπὸν τίνας ὠνόμασε τοὺς λοιμούς. Φασὶ δὴ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι· φύσιν γὰρ εἶναι τῆς νόσου τοιαύτην, τὸ ἐξ ἀλλήλων πάντας ἀνα πιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀνομίας.