1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

7

δεξιᾶς. Εἰσηγουμένου γὰρ ἐκείνου μηδένα χρόνον ἐμποιεῖν τοῖς πράγμασιν, ἀλλ' εὐθὺς ἀπαρασκεύῳ ὄντι ἐπιτίθεσθαι τῷ πατρὶ, οὐκ εἴασε παραδε χθῆναι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, Ὅπως ἐπαγάγῃ, φησὶ, Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα· ἀλλὰ πιθανωτέρας ἔδοξεν ἀναβολὰς αὐτοῖς καὶ διατριβὰς ἐμποιεῖν, πρὸς τὸ δοῦναι καιρὸν τῷ ∆αβὶδ συλλέξασθαι τὰς δυνάμεις. Ὄθεν καὶ ἀπόδεκτος ἦν παρὰ τῷ Ἀβεσσαλὼμ λέγοντι· Ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ. Τῷ μέντοι ∆αβὶδ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ ἐδήλου τὰ οἰκονομηθέντα, καὶ προσέταξε μὴ αὐ λισθῆναι ἐν τῇ Ἀραβὼθ τῆς ἐρήμου, ἀλλὰ κατέσπευ δεν αὐτὸν ἐπὶ τὴν διάβασιν. Ἐπεὶ οὖν ἐκ τῆς ἀγαθῆς συμβουλῆς ἐγένετο δεξιὸς τοῦ ∆αβὶδ, ἀπὸ τοῦ ἀνδραγα θήματος τῆς προσηγορίας τετύχηκε. ∆ιά τοι τοῦτο υἱὸς Ἰεμενεὶ προσηγόρευται, τουτέστιν, υἱὸς δεξιᾶς. Αὕτη δὲ συνήθεια τῆς Γραφῆς, καὶ τοὺς χεί ρονας ἀπὸ τῆς ἁμαρτίας χρηματίζειν μᾶλλον ἢ ἀπὸ τῶν πατέρων, καὶ τοὺς κρείττονας υἱοὺς ὀνομάζειν ἐκ τῆς χαρακτηριζούσης αὐτοὺς ἀρετῆς. Τὸν τοίνυν διάβολον υἱὸν ἀπωλείας ὁ Ἀπόστολος ὀνομάζει· Ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ ἄνομος ὁ υἱὸς τῆς ἀπ ωλείας. Καὶ ἐν τῷ Εὐαγγελίῳ τὸν Ἰούδαν υἱὸν ἀπωλείας ὁ Κύριος εἶπεν· Οὐδεὶς γὰρ, φησὶν, ἀπ ώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· τέκνα δὲ σοφίας τοὺς ἐν τῇ θεογνωσίᾳ μεμορφωμένους· Ἐδικαιώθη 29.232 γὰρ, φησὶν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ, Ἐὰν ᾖ, φησὶν, ἐκεῖ υἱὸς εἰρήνης. Οὐδὲν οὖν θαυμα στὸν καὶ νῦν σιωπηθῆναι μὲν αὐτοῦ τὸν σωματικὸν πατέρα, δεξιᾶς δὲ υἱὸν τὸν ἀρχιεταῖρον τοῦ ∆αβὶδ ὀνομασθῆναι, ἀπὸ τῆς πράξεως πρέποντα ἑαυτῷ τὸν χρηματισμὸν λαβόντα. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Νομιζόμενον ἁπλοῦν εἶναι καὶ ὑπὸ τοῦ τυχόντος ὑγιῶς ἀναφέρεσθαι δύνασθαι τὸ, Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, τάχα οὐ τοιοῦτόν ἐστιν. Ὁ γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ' ἄρχοντας· καὶ, Ἐπικατάρατος ἄνθρω πος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τῶν πάν των Κύριον. Ἐλπὶς γάρ μου, φησὶ, καὶ ὕμνησίς μου ὁ Κύριος. Πῶς δὲ πρῶτον σωθῆναι εὔχετοι ἐκ τῶν διωκόντων, εἶτα ῥυσθῆναι; Ἡ διαστολὴ σαφῆ ποιήσει τὸν λόγον. Σῶσον γάρ με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Τίς οὖν ἡ διαφορὰ τοῦ σώ ζεσθαι καὶ τοῦ ῥύεσθαι; Ὅτι τῆς σωτηρίας μὲν κυρίως οἱ ἀσθενοῦντες χρῄζουσι, τοῦ ῥυσθῆναι δὲ οἱ ἐν τῇ αἰχμαλωσίᾳ κατεχόμενοι. ∆ιὰ τοῦτο ὁ μὲν ἐν ἑαυτῷ ἔχων τὴν ἀσθένειαν, ἐν ἑαυτῷ δὲ λαβὼν τὴν πίστιν, ὑπὸ τῆς οἰκείας πίστεως οἰκονομεῖται πρὸς τὸ σωθῆναι. Ἡ πίστις γάρ σου, φησὶ, σέσωκέ σε· καὶ, Γενηθήτω σοι ὡς ἐπίστευσας. Ὁ δὲ ὀφείλων ῥυσθῆναι τιμὴν ἔξωθεν ὑπὲρ αὐτοῦ κα τατεθῆναι ὀφείλουσαν ἀναμένει. Ὁ τοίνυν ὑπὸ τὸν θάνατον ὢν, εἰδὼς, ὅτι εἷς ὁ σώζων, εἷς ὁ λυτρούμε νος, Ἐπὶ σοὶ, φησὶν, ἤλπισα, σῶσόν με ἀπὸ τῆς ἀσθενείας, καὶ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας. Οἶμαι δὲ, ὅτι οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς παρὰ πάντα τὸν ἑαυτῶν βίον τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευ νῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα, ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς, καὶ τύπους τῆς ἁμαρτίας, κατασχε θῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύ σωνται. Εὔχεται οὖν περί τε τῆς ἐνταῦθα ζωῆς καὶ περὶ τῆς μελλούσης. Σῶσον γάρ με, φησὶν, ἐνταῦθα 29.233 ἀπὸ τῶν διωκόντων· ῥῦσαι δέ με ἐκεῖ ἐν τῷ καιρῷ τῆς ἐρεύνης, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυ ρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου