1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

8

τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν, μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολ μήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τού του, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Κίνδυνος δὲ ταῦτα παθεῖν, ἐὰν μὴ ἔχωμεν τὸν λυτρούμενον ἡμᾶς, μηδὲ τὸν σώζοντα. Πρὸς τὰ δύο τὰ προκείμενα δύο ἐστὶ τὰ ἐπαγόμενα· Σῶσόν με ἐκ τοῦ πλήθους τῶν διωκόντων με, καὶ ῥῦσαι, ἵνα μή ποτε ἁρπα σθῶ, ὡς μὴ ὄντος λυτρουμένου. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀντα ποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Σύνηθες τῇ Γραφῇ τὸ τῆς ἀνταποδόσεως ὄνομα οὐκ ἐπὶ τῶν νομιζομένων. ὡς ὑπάρξαντός τινος ἀγαθοῦ ἢ κακοῦ, μόνον λαμβά νειν, ἀλλὰ καὶ ἐπὶ τῶν προκαταρχομένων· ὡς ἐπὶ τοῦ, Ἀνταπόδος τῷ δούλῳ σου. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, ∆ὸς, εἴρηται, Ἀνταπόδος. ∆όσις μὲν οὖν ἐστιν ἡ καταρχὴ τῆς εὐποιίας, ἀπόδοσις δὲ ἡ τοῦ ἴσου ἀν τιμέτρησις παρὰ τοῦ εὖ πεπονθότος· ἀνταπόδοσις δὲ δευτέρα τις ἀρχὴ καὶ περίοδος τῶν καταβαλλομέ νων εἴς τινας ἀγαθῶν ἢ κακῶν. Οἶμαι δὲ, ὅταν ἀντὶ τῆς αἰτήσεως οἱονεὶ ἀπαίτησίν τινα ποιούμενος ὁ λό γος τὴν ἀνταπόδοσιν ἐπιζητῇ, τοιοῦτόν τινα νοῦν παρ ιστᾷ· ὅτι, Τὸ παρὰ τῆς φύσεως ἀναγκαίως ὀφειλό μενον τῆς ἐπιμελείας χρέος τοῖς ἐγγόνοις παρὰ τῶν γεννησάντων, τοῦτό μοι παράσχου. Χρεωστεῖται γὰρ τέκνοις παρὰ πατρὸς κατὰ τὴν φυσικὴν στοργὴν ἡ περὶ τοῦ βίου πρόνοια. Ὀφείλουσι γὰρ, φησὶν, οἱ γονεῖς τοῖς τέκνοις θησαυρίζειν, ἵνα πρὸς τῷ ζῇν ἔτι καὶ τὰς κατὰ τὸν βίον αὐτοῖς ἀφορμὰς παράσχωνται. Τοιοῦτόν ἐστι πολλάκις ἐπὶ τῆς Γραφῆς ἐν ταῖς προ καταρκτικαῖς ἐνεργείαις τὸ ἀπόδομα ἢ τὸ ἀνταπόδομα παραλαμβανόμενον. Νῦν δὲ ἔοικε θαῤῥεῖν ὁ λέγων τῷ μὴ ἀντιδεδωκέναι τοῖς ἀνταποδιδοῦσι κακὰ, μὴ ἀντ αποδεδωκέναι τὰ ὅμοια. Εἰ οὖν ἐποίησα τοῦτο, καὶ εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέ σοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενὸς ἀπο πίπτει ἀπὸ τῶν ἐχθρῶν ὁ τῆς χάριτος τῆς ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ ἐκπεσών. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ κα ταπατήσαι εἰς γῆν τὴν ζωήν μου. Τοῦ μὲν δικαίου ἡ ψυχὴ, χωριζομένη τῆς πρὸς τὸ σῶμα συμπα θείας, τὴν ζωὴν ἔχει κεκρυμμένην σὺν τῷ Χρι 29.236 στῷ ἐν τῷ Θεῷ· ὥστε δύνασθαι λέγειν κατὰ τὸν Ἀπό στολον, ὅτι Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι στός· καὶ, Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Τοῦ δὲ ἁμαρτωλοῦ καὶ κατὰ σάρκα ζῶντος καὶ συμ πεφυρμένου ταῖς τοῦ σώματος ἡδοναῖς ἡ ψυχὴ οἷον ἐν βορβόρῳ τοῖς πάθεσι τῆς σαρκὸς ἐγκεκύλισται· ἣν καὶ καταπατῶν ὁ ἐχθρὸς ἐπὶ πλέον ἐκμολύνειν καὶ οἱονεὶ καταχωννύειν φιλονεικεῖ, ἐπιβαίνων τῷ πεπτω κότι, καὶ τοῖς ἑαυτοῦ ποσὶ καταπατῶν εἰς γῆν, τουτ έστιν, εἰς τὸ σῶμα τὴν ζωὴν τοῦ ὀλισθήσαντος. Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τῶν μὲν ἁγίων τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς, καὶ θησαυ ριζόντων ἑαυτοῖς ἐν τοῖς αἰωνίοις θησαυροῖς τὰ ἀγα θὰ, ἡ δόξα ἐστὶν ἐν τοῖς οὐρανοῖς· τῶν δὲ χοϊκῶν καὶ κατὰ σάρκα ζώντων, ἡ δόξα αὐτῶν κατασκηνοῦν εἰς τὸν χοῦν λέγεται. Ὁ γὰρ ἐπὶ τῷ χοϊκῷ πλούτῳ δοξα ζόμενος, καὶ ὁ τὴν ὀλιγοχρόνιον τιμὴν τῶν ἀνθρώπων περιέπων, καὶ ὁ ἐπὶ τοῖς σωματικοῖς πλεονεκτήμασι πεποιθὼς, δόξαν ἑαυτῷ ἔχει, οὐκ ἀνανεύουσαν εἰς οὐρανὸν, ἀλλ' εἰς τὸν χοῦν ἐναπομένουσαν. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη ἐνεργεῖσθαι εὔχεται ὁ Προφήτης εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτῶν· ἢ τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν, ἥτις γενήσεσθαι ἔμελλε μετὰ τὸ εἰς τὸν ἔσχα τον ὅρον τὴν κακίαν τῶν ἐχθρῶν ὑψωθῆναι. Ἢ καὶ τὸ, Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, τοιοῦτόν τινα ὑποβάλλει νοῦν· ὅτι ὅσον ἂν κορυφωθῇ ἡ κακία, καὶ προέλθῃ ἐπὶ τὸ ἄμετρον καὶ ἀπεριόριστον χυθεῖσα, τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασαι, ὥσπερ ἀγαθὸς ἰατρὸς προκαταλαβὼν τῆς νομῆς τὰ πέρατα, στῆσαι τὴν νόσον νεμομένην καὶ ἕρπουσαν,