1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

9

καὶ διακόψαι αὐτῆς τὴν συνέχειαν ταῖς παιδευτικαῖς σου πληγαῖς. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ τάγματι ᾧ ἐνετείλω. ∆ύναται μὲν καὶ ἐπὶ τὸ μυστή ριον τῆς ἀναστάσεως ὁ λόγος ἀναφέρεσθαι, παρακα λοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκ δίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατετα γμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν πραγμάτων τοῦ Προφήτου λαμβάνεσθαι, παρακαλοῦντος ἐξεγερθῆναι τὸν Θεὸν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέ ρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. ∆ιὸ παρακαλεῖ εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρ θωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεὸν, ἀλλ' ἐγερθῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκ δικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. ∆ῆλον δὲ ὅτι, ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ 29.237 ἐπιστρέψουσι. Τὴν οὖν τούτου πονηρίαν κόλασον, ἵνα πολλὴ συναγωγὴ λαῶν κυκλώσῃ σε. Καὶ ὑπὲρ ταύ της εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ τῆς κυκλούσης σε συναγωγῆς, ἣν ἐκτήσω διὰ τῆς κατὰ χάριν συγκατα βάσεως καὶ οἰκονομίας, ἐπίστρεψον εἰς τὸ ὕψος τῆς δόξης, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι. Κύριος κρινεῖ λαούς. Πολλαχοῦ τῆς Γραφῆς ὁ περὶ τῆς κρί σεως ἐγκατέσπαρται λόγος, ὡς ἀναγκαιότατος καὶ συνεκτικώτατος εἰς διδασκαλίαν εὐσεβείας τοῖς εἰς Θεὸν διὰ Ἰησοῦ Χριστοῦ πεπιστευκόσιν. Ἐπειδὴ δὲπολυτρόπως ὁ περὶ τῆς κρίσεως ἐγγέγραπται λόγος, δόξει τινὰ καὶ σύγχυσιν ἔχειν τοῖς μὴ ἀκριβῶς τὰ σημαινόμενα διαστέλλουσιν. Ὁ πιστεύων γὰρ εἰς ἐμὲ οὐ κρίνεται· ὁ δὲ ἀπιστῶν ἤδη κέκριται. Εἰ δὲ ὁ μὴ πιστεύων ὅμοιός ἐστι τῷ ἀσεβεῖ, πῶς εἴρηται τὸ μὴ ἀναστήσεσθαι ἀσεβεῖς ἐν κρίσει; Καὶ εἰ οἱ πιστεύοντες υἱοὶ Θεοῦ διὰ τῆς πίστεως γεγόνασι, καὶ διὰ τοῦτο ἄξιοί εἰσι τοῦ καὶ αὐτοὶ θεοὶ χρηματί ζειν, πῶς Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ; Ἀλλ' ἔοικε τὸ κρίνεσθαι ποτὲ μὲν ἐπὶ τοῦ δοκιμάζεσθαι ὑπὸ τῆς Γραφῆς παρα λαμβάνεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ κατακρίνεσθαι· ἐπὶ μὲν τοῦ δοκιμάζεσθαι, ὡς τὸ, Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ἐπάγει γὰρ ἐκεῖ· ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με· ἐπὶ δὲ τοῦ κατακρίνεσθαι, ὡς τὸ, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνο μεν, οὐκ ἂν ἐκρινόμεθα· εἰ γὰρ ἑαυτοὺς ἐξητάζομεν, φησὶν, οὐκ ἂν κατακρίσει ὑπεβαλλόμεθα. Πάλιν εἴ ρηται κριθήσεσθαι τὸν Κύριον πρὸς πᾶσαν σάρκα· τουτέστιν, ἐν τῷ ἐξετασμῷ τῶν βεβιωμένων ἑκάστῳ ἑαυτὸν ὑποβάλλει τῇ κρίσει, καὶ τὰ ἑαυτοῦ προστά γματα ἀντιπαρεξάγει τοῖς πεπραγμένοις ὑπὸ τῶν ἡμαρτηκότων, ἀπολογούμενος μετὰ ἀποδείξεων, ὅτι πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἐπὶ σωτηρίᾳ τῶν κρινο μένων πεποίηκεν, ἵνα πειθόμενοι οἱ ἡμαρτηκότες ὡς ἔνοχοι τοῖς ἁμαρτήμασιν, ἀποδεχόμενοι τὴν θείαν δί κην, ἑκόντες προσῶνται τὸ ἐπιβάλλον αὐτοῖς ἐπι τίμιον. Ἔστι δὲ καὶ ἄλλο σημαινόμενον ὑπὸ τῆς τοῦ κρίνεσθαι φωνῆς, καθά φησιν ὁ Κύριος· Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Τοὺς γὰρ ἀποστρεφομένους τὴν θείαν διδασκαλίαν, καὶ ἀφιλοκάλους, καὶ παντελῶς ἀπεστραμμένους τὰ παιδευτικὰ τῆς σοφίας δόγματα, συγκρίσει καὶ ἀντιπαραθέσει τῶν κατὰ τὴν ἰδίαν γε νεὰν ἐπὶ τῇ περὶ τὰ καλὰ σπουδῇ διενεγκόντων, βα ρυτέραν φησὶ λαμβάνειν τὴν ἐπὶ τοῖς παρεθεῖσι κα 29.240 τάκρισιν. Οἶμαι δὲ, ὅτι οὐχ ὁμοίως κριθήσονται πάν τες οἱ τὸ γήϊνον τοῦτο σῶμα ἀναλαβόντες παρὰ τοῦ δικαίου κριτοῦ, διότι τὰ ἔξωθεν συμπίπτοντα ἑκάστῳ ἡμῶν παρὰ πολὺ διαφέροντα παραλλαγῆναι ποιεῖ τὴν ἑκάστου κρίσιν. Ἢ γὰρ βαρύνει ἡμῖν τὰ ἁμαρ τήματα, ἢ καὶ κουφίζει ἡ τῶν οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἀκουσίως περιϊσταμένων ἡμᾶς συνδρομή. Ὑποκείσθω γὰρ πορνείαν εἶναι τὸ κρινόμενον. Ἀλλὰ ταύτην ὁ μέν τις ἥμαρτε, πονηροῖς ἤθεσι τὸ ἐξ ἀρχῆς ἐντε θραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀσελγῶν εἰς τὸν βίον παρήχθη, καὶ συνανετράφη τῇ περὶ τὰ φαῦλα συνηθείᾳ, μέθαις