1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

11

καμνόντων τὸ σῶμα προσευ χόμενος λέγοι· Συντελεσθήτω δὴ ἡ νόσος τῶν καμνόντων. Ἵνα γὰρ μὴ ἐπὶ πλέον ἕρπουσα ὡς γάγγραινα νομὴν λαμβάνῃ ἡ ἁμαρτία, εὔχεται παρὰ Θεοῦ, στῆναι καὶ ὁρι σθῆναι τὴν ἐπὶ πλέον χύσιν τῆς ἁμαρτίας, ὁ ἀγαπῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καλῶς ποιεῖν τοὺς μισοῦντας βουλό μενος, καὶ διὰ τοῦτο προσευχόμενος ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτόν. Καὶ κατευθυνεῖς δίκαιον. Εὐθὴς ὁ δί καιος ὀνομάζεται· καὶ εὐθὴς ἡ καρδία ἡ κατωρθω μένη. Τί οὖν βούλεται ἐνταῦθα ἡ προσευχὴ τῷ Προφήτῃ; Εὔχεται γὰρ τὸν ἤδη ἔχοντα τὴν εὐθύτητα κατευθύνε σθαι. Οὐ γὰρ ἄν τις εἴποι εἶναί τι ἐν τῷ δικαίῳ σκολιὸν οὐδὲ διεστραμμένον οὐδὲ στραγγαλιῶδες. Τάχα δὲ ἀναγ καία ὑπὲρ τοῦ δικαίου ἡ αἴτησις, ἵνα τὸ κατὰ πρόθεσιν αὐτοῦ εὐθὲς καὶ τὸ ἀδιάστροφον τῆς γνώμης, τοῦτο τῇ παρὰ τοῦ Θεοῦ χειραγωγίᾳ κατευθυνθῇ, ὡς μήτε ὑπὸ ἀσθενείας αὐτὸν ἀπονευσαί ποτε τοῦ οἱονεὶ κανόνος τῆς ἀληθείας, μήτε ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀλη 29.244 θείας τοῖς ἐνδιαστρόφοις δόγμασι παραβλαβῆναι. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δικαίως. Ἐπειδὴ καρδίαν ἡ Γραφὴ πολλαχοῦ ἐπὶ τοῦ ἡγεμονι κοῦ παραλαμβάνει, νεφροὺς δὲ πολλαχοῦ ἐπὶ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς, καὶ ἐνταῦθα τὸ αὐτὸ ση μαίνει· ὅτι, Ὁ Θεὸς, κρῖνόν με ἐπί τε τοῖς δόγμα σιν οἷς ἔχω περὶ τῆς εὐσεβείας, καὶ ἐπὶ τοῖς κινή μασι τοῖς παθητικοῖς· σὺ γὰρ εἶ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Ἐτασμὸς κυρίως ἐστὶν ἡ μετὰ πασῶν βασάνων προσαγομένη ἔρευνα παρὰ τῶν κριτῶν τοῖς ἐξεταζομένοις, ἵνα οἱ κρύπτοντες παρ' ἑαυτοῖς τὰ ἐπιζητούμενα τῇ ἀνάγκῃ τῶν πόνων εἰς τὸ ἐμφανὲς καταστήσωσι τὸ λανθάνον. Ἐν γὰρ τοῖς ἀπαραλο γίστοις ἐξετασμοῖς τοῦ κριτοῦ ἐτάζονται μὲν ἡμῶν οἱ λογισμοὶ, ἐτάζονται δὲ καὶ αἱ πράξεις. Μηδεὶς οὖν προλαμβανέτω τὸν ἀληθινὸν κριτὴν, μηδὲ πρὸ καιροῦ τις κρινέτω, Ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανε ρώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐν οὖν τῷ ἐτάζειν καρδίας καὶ νεφροὺς ὁ Θεὸς τὸ ἑαυτοῦ δίκαιον ἀνα φαίνει. Ἠτάσθη μὲν οὖν ἡ καρδία τοῦ Ἀβραὰμ, εἰ ἀγαπᾷ τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐξ ὅλης τῆς καρδίας, ὅτε ἐκελεύσθη ὁλοκαύτωμα ἀνενεγ κεῖν τὸν Ἰσαὰκ, ἵνα φανῇ, ὅτι οὐκ ἀγαπᾷ τὸν υἱὸν ὑπὲρ τὸν Θεόν· ἠτάσθη δὲ καὶ Ἰακὼβ ἐπιβουλευόμε νος ὑπὸ τοῦ ἀδελφοῦ, ἵνα λάμψῃ ἐν τοσούτοις ἁμαρ τήμασι τοῦ Ἡσαῦ μὴ ἀμβλυνομένη αὐτοῦ ἡ φιλαδελ φία. Τούτων μὲν οὖν αἱ καρδίαι ἠτάσθησαν· νεφροὶ δὲ ἠτάσθησαν τοῦ Ἰωσὴφ, ὅτε, ἐπιμανείσης αὐτῷ τῆς ἀκολάστου δεσποίνης, τὸ σεμνὸν τῆς σωφροσύνης τῆς ἀσχήμονος ἡδονῆς προετίμησεν. Εἰς τοῦτο δὲ ἠτάσθη, ἵνα οἱ θεαταὶ τῆς κρίσεως τοῦ Θεοῦ συνθῶνται δικαίως ἀπονεμομένην αὐτῷ τὴν τιμὴν, διὰ τὸ ἐν μεγάλοις δοκιμαστηρίοις ὑπερλάμψαι αὐτοῦ τὴν σεμνότητα. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Κυρίως ἐν πολέμοις κατὰ τὰς ἐφόδους τῶν ἐναντίων τὰς βοη θείας ἐπιζητοῦσιν οἱ πολεμούμενοι. Καὶ ἐνταῦθα τοί νυν ὁ τῶν ἀοράτων ἐχθρῶν ἑαυτοῦ ἐπαισθανόμενος, καὶ τὸν ἐφεστῶτα αὐτῷ κίνδυνον παρὰ τῶν περιστρα τοπεδευομένων αὐτὸν πολεμίων ὁρῶν, ἐρεῖ· Ἡ βοή θειά μου οὐκ ἐκ πλούτου, οὐδὲ ἐκ σωματικῶν ἀφορ μῶν, οὐδὲ ἐκ δυνάμεως καὶ ἰσχύος ἐμῆς, οὐδὲ ἐκ συγγενείας ἀνθρωπίνης, ἀλλ' Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ποταπὴν δὲ συμμαχίαν ἀποστέλλει τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, ἀλλαχοῦ μεμαθήκαμεν τοῦ ψαλμοῦ λέγοντος· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ τούς· καὶ ἀλλαχοῦ· Ὁ ἄγγελος ὁ ῥυόμενός με. Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Εὐθύς ἐστι τῇ καρδίᾳ ὁ τὸν λογισμὸν μὴ ἔχων ῥέποντα πρὸς ὑπερβολὴν μηδὲ ἔλλειψιν, ἀλλ' ἀπευθυνόμενος πρὸς τὸ μέσον τῆς ἀρετῆς. Ὁ γὰρ ἀπὸ τῆς ἀνδρίας ἐπὶ τὸ ἔλαττον παρεκκλίνας κατὰ δειλίαν διαστρέφε ται· ὁ δὲ ἐπὶ πλέον ὑπερταθεὶς ἐπὶ τὴν θρασύτητα ἀποκλίνει. ∆ιόπερ τούτους σκολιοὺς ἡ Γραφὴ ὀνομά 29.245 ζει, τοὺς ταῖς ὑπερβολαῖς καὶ ἐλλείψεσι τοῦ μέσου διαμαρτάνοντας. Ὥσπερ γὰρ σκολιὰ γραμμὴ γίνε ται, ποτὲ μὲν ἐπὶ τὸ κυρτὸν, ποτὲ δὲ