1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

12

ἐπὶ τὸ κοῖλον τῆς εὐθείας διακλασθείσης· οὕτω καὶ σκολιὰ καρδία, νῦν μὲν ὑψουμένη δι' ἀλαζονείαν, νῦν δὲ ταπεινου μένη διὰ λύπας καὶ συστολάς. ∆ιόπερ φησὶν ὁ Ἐκ κλησιαστὴς, ὅτι ∆ιεστραμμένον οὐ κατευθυν θήσεται. Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Τοῦτο ἔοικεν ἀποτεινόμενος πρὸς τούς ποτε ταραχθησομένους ἐπὶ τοῖς συμβεβηκόσιν ὁ Προφήτης διαλέγεσθαι, οἱονεὶ καταστέλλων τῶν ἀν θρώπων τὴν ταραχὴν, μήποτε ἀπιστήσωσι τῇ περὶ τῶν ὅλων προνοίᾳ, ὁρῶντες ἀνεκδίκητον πατέρα ἐπὶ υἱοῦ ἐπαναστάσει, καὶ τὴν πονηρίαν τοῦ Ἀβεσ σαλὼμ εὐοδουμένην ἐν οἷς προέθετο. ∆ιορθούμενος οὖν αὐτῶν τὸ ἐν τοῖς λογισμοῖς ἀνόητον, διεμαρτύρατο αὐτοῖς· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Οὐκ ἀκρίτως τι γίνεται τῶν γινομένων, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀντιμετρεῖ ὁ Θεὸς, οἷς προλαβὼν ἀπεμέτρησε τὰς κατὰ τὸν βίον πράξεις. Ἐπεὶ οὖν πέπρακταί μοί τις ἁμαρτία, κατὰ τὴν ἀξίαν τὴν ἐμαυτοῦ ἀντιλαμβάνω. Μὴ τοίνυν λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ὁ γὰρ Θεὸς κριτὴς δί καιος. Μηδὲ οὕτω ταπεινῶς διανοεῖσθε περὶ Θεοῦ, ὥστε οἴεσθαι αὐτὸν ἀτονεῖν πρὸς τὴν ἐκδίκη σιν· καὶ γὰρ καὶ ἰσχυρός ἐστι. Τίς οὖν ἡ αἰτία τοῦ μὴ ταχεῖαν ἐπάγεσθαι τοῖς ἁμαρτάνουσι τὴν τιμω ρίαν; ∆ιότι μακρόθυμός ἐστι, Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἀπειλητικὸς ὁ λόγος, εἰς ἐπιστροφὴν ἐνάγων τοὺς βραδεῖς εἰς μετάνοιαν. Οὐκ εὐθὺς ἀπειλεῖ τὰ τραύματα καὶ τὰς πληγὰς καὶ τοὺς θανάτους, ἀλλὰ στίλβωσιν ὅπλων, καὶ οἱονεὶ πα ρασκευήν τινα πρὸς τὴν ἄμυναν. Ὥσπερ γὰρ οἱ διασμήχοντες τὰ ὅπλα τὴν ἐπὶ τὸν πόλεμον ὁρμὴν διὰ τούτου παραδηλοῦσιν, οὕτω καὶ τοῦ Θεοῦ τὴν ἐπὶ τὸ τιμωρεῖσθαι κίνησιν ἐμφῆναι βουλόμενος ὁ λόγος, στιλβοῦν ἔφησεν αὐτοῦ τὴν ῥομφαίαν. Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν 29.248 αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐ νευρά τίς ἐστιν ἡ διατείνουσα τὸ τόξον τοῦ Θεοῦ, ἀλλὰ κολαστικὴ δύνα μις, ποτὲ μὲν ἐντεινομένη, ποτὲ δὲ ἀνιεμένη. Τῷ οὖν ἁμαρτάνοντι ἀπειλεῖ ὁ λόγος, ὅτι ἕτοιμα αὐτῷ ἐστι τὰ μέλλοντα εἰς κόλασιν ἀποπέμπεσθαι, ἐὰν ἐπιμένῃ τῇ ἁμαρτίᾳ. Ἡτοίμασται γὰρ ἐν τῷ τόξῳ σκεύη θα νάτου. Σκεύη δὲ θανάτου δυνάμεις εἰσὶν ἀφανιστικαὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ὥσπερ τὸ πῦρ τῇ καιομένῃ ὕλῃ παρὰ τοῦ κτίσαντος ἐξειργάσθη· οὐ γὰρ διὰ τὸν ἀδάμαντα ἐκτίσθη τὸν μὴ τηκόμενον ὑπὸ τοῦ πυρὸς, ἀλλὰ διὰ τὰ ξύλα τὰ κατακαιόμενα· οὕτω καὶ τὰ τοῦ Θεοῦ βέλη ταῖς εὐκαταπρήστοις ψυχαῖς, ὧν πολὺ τὸ ὑλι κὸν καὶ τὸ πρὸς ἀφανισμὸν ἐπιτήδειον συνείλεκται, παρ' αὐτοῦ κατειργάσθη. Οἱ οὖν προλαβόντες καὶ ἔλοντες ἐν ἑαυτοῖς τὰ πεπυρωμένα βέλη τοῦ διαβό λου, οὗτοι δέχονται τὰ βέλη τοῦ Θεοῦ. ∆ιὰ τοῦτό φησι· Τὰ βέλη αὐτοῦ τοῖς ἤδη καιομένοις ἐξειρ γάσατο. Καίουσι δὲ ψυχὴν ἔρωτες σαρκικοὶ, καὶ ἐπιθυμίαι χρημάτων, καὶ διάπυροι ὀργαὶ, καὶ λύπαι φλέγουσαι καὶ ἐκτήκουσαι τὴν ψυχὴν, καὶ φόβοι οἱ ἀλλότριοι τοῦ Θεοῦ. Ὁ μέντοι ἄτρωτος ὑπὸ τῶν τοῦ ἐχθροῦ βελῶν, καὶ ἐνδεδυμένος τὴν πανοπλίαν τοῦ Θεοῦ, τῶν θανατηφόρων βελῶν ἀπείρατος διαμένει. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ὡς μὲν πρὸς τὴν τάξιν δοκεῖ συγκεχυμένως ἡ λέξις ἔχειν· ἐπειδὴ πρῶτον αἱ κύουσαι συλλαμβάνουσιν, εἶτα ὠδίνουσι, τελευταῖον δὲ τίκτουσιν· ἐνταῦθα δὲ πρῶτον ἡ ὠδὶν, εἶτα ἡ σύλληψις, εἶτα ὁ τοκετός· πρὸς δὲ τὴν τῆς καρδίας σύλληψιν ἐμφαντικώτατα ἔχει. Αἱ γὰρ ἄλογοι τῶν ἀκολάστων ὁρμαὶ καὶ αἱ μανικαὶ καὶ παροιστρῶσαι ἐπιθυμίαι ὠδῖνες ἐλέχθησαν, διὰ τὸ μετὰ ὀξύτητος καὶ πόνου ἐγγίνεσθαι τῇ ψυχῇ. Κατὰ δὲ τὴν τοιαύ την ὁρμὴν, ὁ περικρατὴς τῶν πονηρῶν μὴ γενόμενος βουλευμάτων συνέλαβε πόνον· καὶ ὁ τὴν ἐν τῇ καρ δίᾳ κακίαν διὰ τῶν πονηρῶν πράξεων ἐκκαύσας ἔτεκε τὴν ἀνομίαν. Ἔοικε δὲ ταῦτα λέγειν αἰσχυνό μενος ἐπὶ τῷ πατὴρ εἶναι παιδὸς