1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

17

διαβεβαιώσασθαι. Οὐ γέγονε τὸ πρᾶγμα, ἄρνησις ἐπακολουθείτω· γέγονε τὸ πρᾶγμα, συγκατάθεσις διαβεβαιούτω. Χωρὶς τῆς πρὸς ἕτερον ἐπιπλοκῆς αὐτὴν καθ' ἑαυτὴν πειρῶ τὴν ἀλήθειαν παριστᾷν, ψιλαῖς ταῖς διαβεβαιώσεσι κεχρημένος. Ὁ ἄπιστος ἐχέτω τὴν βλάβην τῆς ἀπιστίας. Αἰσχρὸν γὰρ παν τελῶς καὶ ἀνόητον ἑαυτοῦ κατηγορεῖν ὡς ἀναξίου πίστεως, καὶ τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐπιφέ ρεσθαι. Εἰσὶ δέ τινες λόγοι, σχήματα μὲν ὅρκων ἔχοντες, οὐχ ὅρκοι δὲ ὄντες, ἀλλὰ θεραπεία πρὸς τοὺς ἀκούοντας. Ὡς ὁ Ἰωσὴφ τὸν Αἰγύπτιον οἰκειούμενος, νὴ τὴν ὑγίειαν ὤμνυε Φαραώ. Καὶ ὁ Ἀπό στολος τὴν πρὸς Κορινθίους ἀγάπην ἑαυτοῦ παρ ιστῶν, ἔφη· Νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ γὰρ παρ ήκουσε τῆς εὐαγγελικῆς διδασκαλίας ὁ τὸ Εὐαγγέλιον πεπιστευμένος, ἀλλὰ λόγον ψιλὸν ἐν σχήματι παρ έδωκεν ὅρκου, τὴν ἐπ' αὐτοῖς καύχησιν ὡς τοῦ παντὸς αὐτῷ ἀξίαν οὖσαν διὰ τοῦ τοιούτου τρόπου δεικνύς. Τῷ αἰτοῦντί σε δός· καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι μὴ ἀποστραφῇς. Ἐπὶ τὸ κοινω νικὸν, καὶ φιλάλληλον, καὶ τῇ φύσει οἰκεῖον ὁ λόγος ἡμᾶς προκαλεῖται. Πολιτικὸν γὰρ ζῶον καὶ συναγε λαστικὸν ὁ ἄνθρωπος. Ἐν δὲ τῇ κοινῇ πολιτείᾳ καὶ τῇ μετ' ἀλλήλων ἀναστροφῇ ἀναγκαῖον τὸ εὐμετά δοτον εἰς ἐπανόρθωσιν τοῦ ἐνδέοντος. Τῷ αἰ τοῦντί σε δός. Βούλεταί σε διὰ μὲν τὴν ἀγάπην ἐν ἁπλότητι ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας, λο γισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν 29.264 προσαιτούντων. Καὶ τοῦτο μεμαθήκαμεν ἐν ταῖς Πράξεσι, τίνα τρόπον δυνατὸν κατορθοῦσθαι παρὰ τῶν ἐπιστημόνως τὸν τῆς εὐσεβείας σκοπὸν ἐκπληρούντων· Ὅσοι γὰρ, φησὶ, κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. ∆ιεδίδοτο δὲ ἑκάστῳ, καθ ότι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερ βαίνοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμ πορίας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἀναγκαίως παρὰ τοῖς τὴν ἐπιμέλειαν τῶν πτωχῶν πεπιστευμένοις ἡ συγκομιδὴ τῶν χρημάτων ἐγίνετο, ὥστε ἐκεῖθεν ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς ἑκάστου χρείαις τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων χρεία μὲν πολλάκις οἴνου, ἀλλ' οὐ παντός ἐστι καιροῦ καὶ μέτρου καὶ ποιότητος καταστοχάσασθαι· χρεία δὲ ἰατροῦ πρὸς τὴν δόσιν τοῦ οἴνου· οὕτω δὴ καὶ ἡ περὶ τὴν θεραπείαν τῶν δεομένων οἰκονομία οὐ παρὰ πάντων ὠφελίμως ἐνεργεῖσθαι δύναται. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπά την συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος, καὶ τὰ ἕλκη πρὸς ἐμπορίας ἀφορμὴν προτιθεῖσιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον. Ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσε ται. Ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπι δεικνυμένους, ἐν τοῖς μεθ' ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις· ὑπὲρ ὧν καὶ λεχθήσεται αὐ τοῖς, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι, μὴ ἀποστραφῇς. Καὶ τοῦτο τὸ παράγγελμα ἔχεται τῶν προτέρων. Καὶ γὰρ καὶ ὁ ἐνταῦθα αἰτῶν, πτωχὸς ὢν, δάνειον αἰτεῖ παρὰ σοῦ, δεικνύς σοι τὸν ἐν οὐ ρανοῖς πλούσιον, διαλύοντά σοι ὑπὲρ αὐτοῦ τὸ χρέος. Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν Θεῷ δανείζει. Ἐχέγγυον δὲ τοῦ δάνους ἡ βασιλεία τῶν οὐρανῶν. Ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φι λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ

τεσσαρεσκαιδεκάτου ψαλμοῦ, καὶ κατὰ τοκιζόν των. Χθὲς εἰς τὸν

τεσσαρεσκαιδέκατον ψαλμὸν ὑμῖν διαλεγόμενοι, ἐξικέσθαι πρὸς τὸ πέρας τοῦ λόγου