1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

22

νεισμα· δῶρον μὲν διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολή ψεως, δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ ∆εσπό του τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς, μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδώσει. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Οὐ βούλει τὸν πάντων ∆εσπότην ὑπεύθυνον ἔχειν σεαυτῷ πρὸς τὴν ἔκτισιν; Ἢ τῶν μὲν ἐν τῇ πόλει πλουσίων ἐάν τις ὁμολογήσῃ σοι τὴν ὑπὲρ ἑτέρων ἔκτισιν, δέχῃ αὐτοῦ τὴν ἐγγύην; Θεὸν δὲ ὑπερεκτιστὴν τῶν πτω χῶν οὐ προσίεσαι. ∆ὸς τὸ εἰκῆ κείμενον ἀργύριον, 29.280 μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἕξει καλῶς. Σοὶ μὲν γὰρ ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλές· τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεο νασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολο γεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ· ἔννοια τῆς συγγενείας τοῦ πάσχον τος οὐδεμία· καὶ τὰ ἐντεῦθεν κέρδη φιλάνθρωπα ὀνομάζεις. Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν, καὶ οἱ τὴν μισανθρωπίαν φιλανθρω πίαν προσαγορεύοντες. Οὐδὲ τὰ τοῦ Σαμψὼν αἰνίγματα τοιαῦτα ἦν, ἃ προεβάλετο τοῖς συμπόταις· Ἀπὸ ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ ἐξῆλθε γλυκύ· καὶ ἀπὸ μισανθρώπου ἐξῆλθε φιλανθρωπία. Οὐ συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, οὐδὲ ἀπὸ τριβόλων σῦκα, οὐδὲ ἀπὸ τόκων φιλανθρωπίαν. Πᾶν γὰρ δένδρον σαπρὸν καρποὺς πονηροὺς ποιεῖ. Ἑκατοστολόγοι καὶ δεκατηλόγοι τινὲς φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες δαίμονες, κατὰ τὰς πε ριόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς. Πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμ βάνοντι· τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς αὐτὴν τὴν ψυχὴν φέρουσα τὴν ζημίαν. Ὁ γεωργὸς, τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. Ἄνευ γῆς φυτεύεις· ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον, τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐπὶ τοῖς τόκοις πρόδηλος· ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χάριν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας ∆ιαθήκης τὰ συμφέροντα διδαχθεὶς, μετ' ἀγαθῆς τῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΚΗʹ ΨΑΛΜΟΝ.

Ψαλμὸς τῷ ∆αβὶδ ἐξοδίου σκηνῆς. Ὁ εἰκοστὸς ὄγδοος ψαλμὸς ἔχει μὲν καὶ τὸ

κοινὸν τῆς ἐπιγραφῆς· Ψαλμὸς γὰρ, φησὶ, τῷ ∆α βίδ· ἔχει δέ τι καὶ ἰδιάζον· πρόσκειται γὰρ, Ἐξ 29.281 οδίου σκηνῆς. Τί δὲ τοῦτό ἐστι; Νοήσωμεν τί τὸ ἐξόδιον, καὶ τίς ἡ σκηνὴ, ἵνα ἐν τῷ βουλήματι τοῦ ψαλμοῦ δυνηθῶμεν γενέσθαι. Πρὸς μὲν οὖν τὴν ἱστο ρίαν δόξει τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις ἀφεμένοις τοῦ ἔργου τὸ παράγγελμα δίδοσθαι τοῦτο, ὥστε μεμνῆσθαι τῶν ὀφειλόντων αὐτοῖς παρασκευασθῆναι πρὸς τὴν λατρείαν. Ἐξοδεύουσι γὰρ ἀπὸ τῆς σκηνῆς καὶ ἐξιοῦσι λοιπὸν ὁ λόγος διαμαρτύρεται ἅτινα αὐτοὺς ἑτοιμάσαντας προσῆκε, τίνα ἔχοντας πρὸς τὴν ἑξῆς ἀπαντῆσαι· ὅτι, υἱοὺς κριῶν· ὅτι, δόξαν καὶ τιμήν· ὅτι, δόξαν ὀνόματι αὐτοῦ· ὅτι, οὐδαμοῦ ἀλλα χοῦ λατρεύειν ἢ ἐν τῇ αὐλῇ τοῦ Κυρίου καὶ ἐν τῷ τόπῳ τοῦ ἁγιάσματος προσῆκε. Πρὸς δὲ τὸν ἡμέτε ρον νοῦν τὸν τὰ ὑψηλὰ θεωροῦντα, καὶ διὰ τῆς με γαλοφυοῦς καὶ πρεπούσης τῇ θείᾳ Γραφῇ διανοίας οἰκειοῦντα ἡμῖν τὸν