1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

27

σημαινόμενον καὶ νῦν παρελήφθη. Ἡ γὰρ φωνὴ τοῦ Κυρίου συντρίβει κέδρους. Ὥσπερ γὰρ ἐν τῇ μεγαλοπρεπεῖ ψυχῇ γίνεται, οὕτω τοὺς εἰκῆ φυ σιουμένους, τοὺς ἐπαίροντας ἑαυτοὺς ἐν τοῖς νο μιζομένοις ὑψώμασι τοῦ κόσμου τούτου, πλούτου, ἢ δόξης, ἢ δυναστείας, ἢ κάλλους σώματος, ἢ δυ νάμεως, ἢ ἰσχύος. συντρίβειν λέγεται. Καὶ συν τρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Οἱ τοῖς ἀλλοτρίοις πράγμασιν ἐπιβαίνοντες, καὶ ἀπ' ἐκείνων ἑαυτοῖς τὴν ἀλαζονείαν συνάγοντες, οὗτοί εἰσι κέδροι τοῦ Λιβάνου. Ὥσπερ γὰρ αἱ κέδροι, καθ' ἑαυτὰς οὖ σαι ὑψηλαὶ, τῷ ἐπ' ὄρους ὑψηλοῦ πεφυκέναι, ἐκ τῆς προσθήκης τοῦ ὄρους περιφανέστεραι γίνονται· οὕτω καὶ οἱ τοῖς φθαρτοῖς τοῦ κόσμου πράγμασιν ἐπερει δόμενοι κέδροι μέν εἰσι διὰ τὴν ἀλαζονείαν καὶ τὸ τῆς διανοίας ἔπαρμα, Λιβάνου δὲ κέδροι προσαγορεύον ται, διὰ τὸ τῷ ἀλλοτρίῳ ὑψώματι ἐπαγάλλεσθαι, καὶ ὑπὸ γῆς καὶ τῶν γηίνων πραγμάτων, οἷον ὑπὸ τῆς κορυφῆς τοῦ Λιβάνου, πρὸς ἀλαζονείαν ἐπαίρεσθαι. Οὐ πάσας δὲ τὰς κέδρους συντρίβει ὁ Κύριος, ἀλλὰ τὰς τοῦ Λιβάνου. Ἐπειδὴ γὰρ εἰδωλολατρείας τόπος ὁ Λίβανος, ὅσαι ψυχαὶ ἐπαίρονται κατὰ τῆς γνώσεως 29.296 τοῦ Θεοῦ, αὗται τοῦ Λιβάνου ὀνομάζονται, καὶ συντριβῆς ἀξιοῦνται. Εἰσὶ γάρ τινες κέδροι τοῦ Θεοῦ, ἃς αἱ ἀναδενδράδες τῆς ἀπ' Αἰγύπτου μετατεθείσης ἀμπέλου καλύπτουσιν, ὡς ἐν Ψαλμοῖς μεμαθήκα μεν· Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀνα δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐπεὶ οὖν μετὰ τῶν ἄλλων τῶν περὶ Χριστοῦ ἐννοιῶν καὶ ἄμπελος ὁ Κύριος ἡμῶν λέγεται· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήμα τα· κέδροι εἰσὶ τοῦ Θεοῦ οἱ τέως μὲν ἄκαρποι καὶ πρὸς καῦσιν ἐπιτήδειοι, ὑπελθόντες δὲ τὴν σκέπην τοῦ Χριστοῦ, καὶ οἱονεὶ ἐνδυσάμενοι αὐτὸν, ἐκ τῆς παρ' αὐτοῦ χάριτος τὸ ἄκαρπον τῆς ἑαυτῶν ζωῆς συγκαλύπτουσι. Τὰς μὲν οὖν κέδρους τοῦ Θεοῦ ἀνα δενδράδες εὔκαρποι περιπλακεῖσαι φυλάττουσι· τὰς δὲ κέδρους τοῦ Λιβάνου συντρίβει ὁ Κύριος. Καὶ λε πτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Μνή σθητι τοῦ μόσχου τοῦ ἐν τῇ Ἐξόδῳ, ὃν κατὰ τὴν εἰ δωλολατρείαν ἀνέπλασαν, ὃν ἐλέπτυνε Μωϋσῆς καὶ ἐπότισε τὸν λαόν. Ἐκείνῳ τοίνυν τῷ μόσχῳ παρα πλησίως ὅλον τὸν Λίβανον καὶ τὴν ἐν αὐτῷ κρατοῦ σαν συνήθειαν τῆς εἰδωλολατρείας ἐξαφανίσει. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ὁ μονογενὴς Υἱὸς, ὁ διδοὺς ζωὴν τῷ κόσμῳ, ὅταν μὲν προσ φέρῃ θυσίαν καὶ προσφορὰν ἑαυτὸν τῷ Θεῷ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀμνὸς ὀνομάζεται τοῦ Θεοῦ καὶ πρόβατον. Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ· καὶ πάλιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ὅταν δὲ ἀμύνασθαι δέῃ καὶ καθ ελεῖν τὴν δυναστείαν τὴν ἐπιφυομένην τῷ γένει τῶν ἀνθρώπων, ἐκτεθηριωμένην τινὰ καὶ ἀπηγριωμένην δύναμιν, τότε υἱὸς μονοκερώτων ὀνομάζεται. Ζῶον γὰρ, ὡς ἐν τῷ Ἰὼβ μεμαθήκαμεν, ὁ μονόκερώς ἐστιν ἄμαχον τὴν δύναμιν, ἀνυπότακτον τοῖς ἀνθρώ ποις. Οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Καὶ πολλὰ περὶ τοῦ ἐλευθεριάζειν τὸ ζῶον καὶ μὴ ὑπείκειν τοῖς ἀνθρώ ποις ἐν ἐκείνῳ τῷ μέρει τῆς προφητείας εἴρηται. Καὶ παρατετήρηται, ὅτι ἐπ' ἀμφότερα κέχρηται τῇ εἰκόνι τοῦ μονοκέρωτος ἡ Γραφή· ποτὲ μὲν ἐπαινε τῶς, ἄλλοτε δὲ διαβεβλημένως. Ῥῦσαι γὰρ, φησὶν, ἐκ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Τὸν πολεμο ποιὸν λαὸν διαβάλλων ταῦτά φησι παρὰ τὸν καιρὸν τοῦ πάθους ἐπαναστάντα αὐτῷ. Πάλιν δὲ, Ὑψω θήσεται, φησὶν, ὡς μονοκέρωτος τὸ κέρας μου. 29.297 Ἔοικεν οὖν διὰ μὲν τὸ ἀμυντικὸν τοῦ ζώου ἐπὶ τὴν τῶν χειρόνων εἰκασίαν πολλάκις παραλαμβάνε σθαι, διὰ δὲ τὸ ὑψίκερων καὶ ἐλευθέριον πρὸς τὴν τοῦ βελτίονος ἄγεσθαι εἰκασίαν. Καὶ ὅλως, ἐπειδὴ τὸ κέρας ὑπὸ τῆς Γραφῆς ἀντὶ τῆς δόξης πολλαχοῦ παρει λημμένον ἔστιν εὑρεῖν, ὡς τὸ, Ὑψώσει κέρας λαοῦ αὐτοῦ· καὶ, Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ· ἢ καὶ ἐπειδὴ τὸ κέρας ἀντὶ δυνάμεως πολλάκις παραλαμβάνεται· ὡς τὸ, Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου· Χριστὸς δὲ Θεοῦ δύναμις· διὰ τοῦτο ὡς ἓν ἔχων κέρας, τουτέστι μίαν δύναμιν ἔχων