1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

28

τὴν τοῦ Πατρὸς, μονόκερως προσηγόρευται. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. ∆ιεκόπη μὲν καὶ κατὰ τὴν ἱστορίαν τῶν παίδων τῶν τριῶν ἐν τῇ Βαβυλωνίᾳ ἡ φλὸξ τοῦ πυρὸς, ὅτε ὑπερεξεχύθη μὲν τεσσαρακονταεννέα πήχεις ἡ κάμι νος, ἐνεπύριζε δὲ τοὺς κύκλῳ πάντας· διακοπεῖσα δὲ τῷ προστάγματι τοῦ Θεοῦ, πνεῦμα ἐδέξατο ἐν ἑαυ τῇ, ἡδίστην ἀναπνοὴν καὶ ἀνάψυξιν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν. Ἐγένετο γὰρ, φησὶν, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον. Καὶ θαυμαστότερόν γε πολλῷ πυ ρὸς φύσιν διακοπῆναι, ἢ καταδιαιρεθῆναι τὴν Ἐρυ θρὰν θάλασσαν εἰς διαιρέσεις. Ἀλλ' ὅμως ἡ φωνὴ τοῦ Κυρίου καὶ τὸ συνεχὲς τῇ φύσει καὶ ἡνωμένον τοῦ πυρὸς διακόπτει. Καίτοι ἄτμητον καὶ ἀδιαίρετον ἐπινοίαις ἀνθρωπίναις τὸ πῦρ εἶναι δοκεῖ, ἀλλ' ὅμως προστάγματι Κυρίου διακόπτεται καὶ διίσταται. Οἶμαι δὲ, ὅτι τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φω νῇ τοῦ Κυρίου· ἵνα, ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνά μεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύ σεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκλη ρωθῇ. Φωνὴ οὖν Κυρίου διακόπτοντος φλόγα πυρὸς καὶ μερίζοντος, ὡς ἀλαμπὲς μὲν εἶναι τὸ πῦρ τῆς κολάσεως, ἄκαυστον δὲ τὸ φῶς τῆς ἀναπαύσεως ἀπο μεῖναι. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Ἐπ' εὐεργεσίᾳ τῆς ἐρήμου ὁ συσσεισμὸς αὐτῇ παρὰ τοῦ Κυρίου οἰκονομεῖται, ἵνα, μεταβαλοῦσα ἀπὸ τοῦ ἔρη μος εἶναι, γένηται γῆ κατοικουμένη, καὶ ἀποθεμένη τὸ τῆς ἀτεκνίας ὄνειδος, τῆς πολυπαιδίας λάβῃ τὸν ἔπαινον (Πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα), καὶ τῶν ὑδάτων τοῦ πνεύματος πληρωθεῖσα, γένηται ἡ πρὸ τούτου ἔρημος εἰς λίμνας ὑδάτων. Καὶ συσσείσει Κύριος τὴν ἔρη μον Κάδης. Οὐ πᾶσαν οὖν ἔρημον ὁ Κύριος συσσεί σει, ἀλλὰ τὴν Κάδης, τουτέστι, τὸν ἁγιασμόν· Κάδης γὰρ ἁγιασμὸς ἑρμηνεύεται. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὁμότιμα χρὴ τοῖς προ29.300 άγουσιν ἀποδοθῆναι καὶ τὰ περὶ τοῦ καταρτι σμοῦ τῶν ἐλάφων, ὃν ἡ φωνὴ τοῦ Κυρίου ἐνεργεῖ. Ἐπεὶ τοίνυν ἡ ἔλαφος τοιαύτης ἔτυχε τῆς κατα σκευῆς ὡς κρείττων εἶναι τῆς ἐκ τῶν ἑρπετῶν βλάβης, ἀλλὰ καὶ καθαρτήριον αὐτῇ ἐστιν, ὥς φασιν οἱ τὰ τοιαῦτα τετηρηκότες, τὸ τῆς ἐχίδνης βρῶμα, πάντα δὲ τὰ ἰοβόλα πρὸς τὴν τῶν πονηρῶν καὶ ἀντι κειμένων δυνάμεων εἰκόνα λαμβάνεται (τοῦ Κυ ρίου λέγοντος· ∆έδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ τοῦ ψαλμοῦ πάλιν ἐπαγ γελλομένου τῷ προφήτῃ, ὅτι Ἐπὶ ἀσπίδα καὶ βασι λίσκον ἐπιβήσῃ)· ἀνάγκη, ὅταν ἐλάφου ὄνομα ἀκούω μεν ἐν τῇ Γραφῇ, πρὸς τὴν βελτίονα εἰκόνα τὸν λόγον ἕλκειν. Ὄρη γὰρ τὰ ὑψηλὰ ταῖς ἐλάφοις· καὶ, Ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Ἐπεὶ οὖν καὶ πᾶς δίκαιος ἐν ὑψηλοῖς ἔχει τὴν δια τριβὴν, Κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὰς ποτίμους πηγὰς ἀνατρέχει, τὰς πρώτας ἀρχὰς τῆς θεολογίας ἀναζη τῶν. Ἕλκει δὲ ἡ ἔλαφος τῇ ἀναπνοῇ τοῦ στόματος τὰ φωλεύοντα τῶν ἰοβόλων, καὶ ἀπὸ τῶν καταδύσεων ἐξ άγει τῇ βίᾳ τοῦ πνεύματος. Ὥσπερ οὖν ἀετὸς λέγεται ὁ ἅγιος διὰ τὸ μετεωροπόρον, καὶ διὰ τὸ διηρμένον ἀπὸ γῆς ἐπὶ πλεῖον· καὶ ὡς πρόβατον διὰ τὸ ἥμερον καὶ μεταδοτικὸν ὧν ἔχει· καὶ κριὸς διὰ τὸ ἡγεμονικόν· καὶ περιστερὰ διὰ τὸ ἄκακον· οὕτω καὶ ἔλαφος διὰ τὴν πρὸς τὰ πονηρὰ ἐναντίωσιν. ∆ιὸ καὶ ὁ Σολομών φησιν· Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· διδάσκων ἡμᾶς τοὺς προει ρημένους ἐλάφους ἐπιτηδείους εἶναι πρὸς θεολογίας διδασκαλίαν. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὅταν οὖν ἴδωμέν τινα ἅνθρωπον Θεοῦ τέλειον καὶ κατηρτι σμένον, τὴν ἀπὸ τῆς ὁμιλίας αὐτοῦ ὠφέλειαν μετα διώκωμεν. Ὅπου γὰρ ἐλάφου παρουσία, φυγαδεύεται πᾶσα τῶν ἑρπετῶν ἡ κακία. Οὐ γὰρ φέρει τὴν ὀσμὴν τοῦ ζώου τὰ ἰοβόλα, ὅπου γε καὶ τοῖς κέρασιν αὐτῶν ὑποθυμιωμένοις ὑποχωρεῖ. Καὶ