1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

37

εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἐὰν δύο κανόνες ἀλλή λοις παρατεθῶσιν, ἡ εὐθύτης αὐτῶν συναρμόζει ἀλλήλοις· ἐὰν δὲ διάστροφον ξύλον κανόνι παρατεθῇ, ἀσυνάρμοστον εὑρίσκεται τῷ ὀρθῷ τὸ στρεβλόν. Ἐπεὶ οὖν εὐθής ἐστιν ἡ τοῦ Θεοῦ αἴνεσις, εὐθείας χρεία καρδίας, ἵνα ἐπιπρέψῃ αὐτῇ καὶ ἐφαρμόσῃ ὁ αἶνος. Εἰ δὲ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πῶς ἂν ἐνέγκῃς τὸν αἶνον, μὴ ἔχων τὸ εὐθὲς πνεῦμα ἐγκαινισθὲν ἐν τοῖς ἐγκάτοις σου; Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Πρότερον ἐν κιθάρᾳ δεῖ ἐξομολογήσασθαι τῷ Κυρίῳ· του τέστι, τὰς διὰ τοῦ σώματος ἐνεργείας ἀποδοῦναι ἐναρμονίως. Ἐπειδὴ γὰρ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ σώματι καὶ ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτησας; ἀπόδος. Ἐμεθύσθης; νήστευσον. Ἠλαζο-νεύσω; ταπεινώθητι. Ἐφθόνησας; παρακάλεσον. Ἐφόνευσας; μαρτύρησον· ἢ τὰ ἰσοδυναμοῦντα τῷ 29.328 μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως σεαυτοῦ τὸ σῶμα κάκωσον. Καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ. ∆εῖ γὰρ πρότερον κατορθῶσαι τὰς διὰ τοῦ σώματος ἐνερ γείας, ὥστε ἁρμονίως τῷ θείῳ λόγῳ ἀποτελεῖν, καὶ οὕτως ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν ἀναβῆναι. Ψαλ τήριον γὰρ τάχα ὁ νοῦς εἴρηται ὁ τὰ ἄνω ζητῶν, διὰ τὸ τὴν κατασκευὴν τοῦ ὀργάνου τούτου τὴν ἠχοῦσαν δύναμιν ἐκ τῶν ἄνωθεν ἔχειν. Τὰ μὲν οὖν τοῦ σώ ματος ἔργα οἱονεὶ κάτωθεν ἐξομολογεῖται τῷ Θεῷ· τὰ δὲ διὰ τοῦ νοῦ ἐπαγγελλόμενα μυστήρια τὰς ἀφορμὰς ἄνωθεν ἔχει, οἱονεὶ ἐνηχουμένου διὰ τοῦ πνεύματος. Ὁ τοίνυν ἐπὶ πάσας τὰς ἐντολὰς ἐπιβλέ πων, καὶ οἱονεὶ συνῳδίαν αὐτῶν καὶ συμφωνίαν ποιῶν, οὗτος ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ, διὰ τὸ δέκα εἶναι τὰς γενικὰς ἐντολὰς κατὰ τὴν πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένας. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τουτέστιν, Μὴ ἐν τῇ παλαιότητι τοῦ γράμματος, ἀλλ' ἐν τῇ καινότητι τοῦ πνεύματος λατρεύετε τῷ Θεῷ. Ὁ μὴ σωματικῶς ἐκλαμβάνων τὸν νόμον, ἀλλὰ τὸ πνευματικὸν αὐτοῦ γνωρίζων, οὗτος ᾄδει τὸ καινὸν ᾆσμα. ∆ιότι τὸ μὲν παλαιούμενον καὶ γηράσκον τῆς ∆ιαθήκης διέβη· τὸ δὲ καινὸν καὶ ἀνανεούμενον ᾆσμα ἡμᾶς τῆς τοῦ Κυ ρίου διδασκαλίας διεδέξατο, ἥτις ἀνακαινίζει ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, ὅταν φθείρωμεν μὲν τὸν ἔξω ἄνθρωπον, ἀνακαινώμεθα δὲ ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ καὶ ὁ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἀεὶ ἑαυ τοῦ καινότερος γίνεται. Ὥστε ὁ ἀεὶ καινότερος ἑαυ τοῦ γινόμενος καινότερον ᾆσμα ᾄδει τῷ Θεῷ. Καινό τερον δὲ ἢ τὸ παράδοξον ὑπὸ τῆς συνηθείας λέγεται, ἢ τὸ προσφάτως παρελθὸν εἰς τὴν γένεσιν. Ἐάν τε οὖν τὸν θαυμάσιον τρόπον καὶ πᾶσαν τὴν φύσιν ὑπερβαίνοντα τῆς ἐνανθρωπήσεως διηγῇ τοῦ Κυρίου, καινότερον ᾆσμα καὶ ξένον ᾄδεις· ἐάν τε τὴν ἀναγέν νησιν καὶ ἀνανέωσιν τοῦ παντὸς κόσμου τοῦ ὑπὸ τῆς ἁμαρτίας παλαιωθέντος διεξίῃς, καὶ τὰ τῆς ἀναστά σεως ἀπαγγέλλῃς μυστήρια, καὶ οὕτω καινὸν καὶ πρόσφατον ᾄδεις τὸ ᾆσμα. Καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. Ἀκούετε τοῦ παραγγέλματος. Καλῶς ψάλατε· ἀμετεωρίστῳ τῇ διανοίᾳ, εἰλικρινεῖ τῇ διαθέσει. Ἐν ἀλαλαγμῷ ψάλατε. Ὥσπερ τινὲς καλοὶ στρατιῶται μετὰ τὰ νικητήρια τὰ κατὰ τῶν ἐχθρῶν, ἀνενέγκατε ὕμνους τῷ αἰτίῳ τῆς νίκης. Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τίς ἀνθρώπων ἱκανὸς ἀντιστρατεύσα σθαι τῷ πονηρῷ, ἐὰν μὴ τῇ σκέπῃ τοῦ ἀρχιστρατή γου τῆς δυνάμεως προσφυγόντες, ἐκεῖθεν ἀπὸ 29.329 τῆς ἐν αὐτῷ πίστεως βάλωμεν ἡμῶν τὸν ἐχθρὸν, καὶ τοξεύσωμεν; Καλῶς οὖν ψάλατε ἐν ἀλαλαγμῷ. Ἔστι δὲ ὁ ἀλαλαγμὸς φωνή τις ἄναρθρος, συμφώνως ἀλλήλοις τῶν συνασπιζόντων ἐν τῷ πολέμῳ συν επηχούντων. Ἐν συμφωνίᾳ οὖν καὶ ἐν συμπνοίᾳ, καὶ τῇ διὰ τῆς ἀγάπης ἑνώσει ψάλατε. Τί οὖν δεῖ ψάλλον τας λέγειν; Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου. ∆ιὰ τοῦτο πρότερον τοὺς εὐθεῖς καλεῖ πρὸς τὴν αἴνεσιν, ἐπειδὴ