1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

40

ἀνα πέμποντος, ὅτε ἡ Ἐρυθρὰ θάλασσα, οὐδενὸς αὐτὴν διαιροῦντος, οὐδὲ συνέχοντος, αὐτὴ πρὸς ἑαυτὴν συν ειστήκει, οἷον ἀσκῷ τινι ἐνδεδεμένη, τοῦ θείου προστάγματος προχυθῆναι αὐτὴν οὐκ ἐῶντος. Τιθεὶς, φησὶν, ἐν θησαυροῖς ἀβύσσους. Ἀκολουθότερον ἦν ὡς πρὸς τὴν κοινὴν ἔννοιαν εἰπεῖν, Τιθεὶς ἐν ἀβύσ σοις τοὺς θησαυρούς· τουτέστιν, ἐν μυστηρίῳ συν έχων τὸν ἑαυτοῦ πλοῦτον. Νῦν δὲ ὥσπερ τινὰ κειμή λια ἄξια τῶν θείων θησαυρῶν τὰς ἀβύσσους εἶναί φη σι. Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤ ῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις ἐν νοίαις, ἄβυσσοι λέγονται, ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων τῶν λόγων, καθ' οὓς ἕκαστα οἰκονο μεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ δεδιδάγμεθα λέγον τι· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἐὰν οὖν ἐπι ζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνε ται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συντέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος θλίβεται, διὰ τί τὸ παιδίον πρὶν εἰς τελείωσιν ἐλθεῖν ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρ τικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται (πολὺ δὲ καὶ ἐν τοῖς ἁμαρτανομένοις ἢ κατορθουμέ νοις ἐστὶ τὸ διάφορον· ἡ μὲν γὰρ πορνοβοσκῷ πρα θεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ· ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη· καὶ τίς ἡ ἐφ' ἑκάστου τούτων παρὰ τοῦ κριτοῦ ἀνταπόδοσις· ταῦτα πάντα λαβὼν εἰς ἔν νοιαν, ἐνθυμήθητι, ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκε κλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι. Καὶ τῷ πιστεύ 29.337 οντι δὲ ἐπαγγελία δέδοται παρὰ Θεοῦ, ὅτι ∆ώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους. Ἐπειδὰν οὖν καταξιωθῶμεν τῆς πρόσωπον πρὸς πρόσωπον γνώ σεως, ὀψόμεθα καὶ τὰς ἐν τοῖς θησαυροῖς τοῦ Θεοῦ ἀβύσσους. Συνάγων δὲ τὰ ἐν τῇ Γραφῇ περὶ ἀσκῶν εἰρημένα, μᾶλλον γενήσῃ ἐν περινοίᾳ τοῦ βουλήματος τοῦ προφητικοῦ. Οἱ μὲν οὖν ἀνακαινούμενοι ἡμέ ρᾳ καὶ ἡμέρᾳ, καὶ τὸν καινὸν οἶνον ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς χωροῦντες, ἀσκοὶ εἶναι λέγονται ἐν τῷ Εὐαγγελίῳ καινοί· οἱ δὲ μηδέπω τὸν παλαιὸν ἄνθρω πον ἀποθέμενοι ἀσκοί εἰσι παλαιοὶ, μὴ δυνάμενοι πι στεύεσθαι τὴν ὑποδοχὴν τοῦ νέου οἴνου. Οὐδεὶς γὰρ βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἵνα μὴ καὶ ὁ οἶνος ἐκχυθῇ, καὶ πάντη ἀπόλωνται ἐκεῖνοι οἱ ἀσκοὶ, οὐδεμιᾶς ἀξιούμενοι συγγνώμης ἔτι, ἐὰν τὸν καλὸν καὶ καινὸν ἐκχέωσιν οἶνον. Οἶνον γὰρ καινὸν εἰς ἀσκοὺς καινοὺς βλητέον. Τὸν καινὸν καὶ πνευ ματικὸν οἶνον, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ζέον τα, τὸν μηδέποτε παλαιούμενον τῆς ἀληθείας νοῦν εἰς τὸν καινὸν ἄνθρωπον βλητέον· ὃς, διὰ τὸ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώμα τι περιφέρειν, ἀσκὸς ἂν λέγοιτο εἶναι καινὸς δικαίως. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἐπειδὴ φόβος Κυρίου ἀρχὴ αἰσθή σεως, οἱ τὰ γήινα φρονοῦντες διὰ φόβου παιδευέ σθωσαν. Ὡς μὲν γὰρ εἰσαγωγικὸς εἰς εὐσέβειαν ἀναγκαίως παραλαμβάνεται ὁ φόβος, ἀγάπη δὲ, λοι πὸν παραλαβοῦσα τοὺς ῥυθμισθέντας ἀπὸ τοῦ ἐπιστη μονικοῦ φόβου, τελειοῖ. Πάσῃ οὖν τῇ γῇ φόβον παρ αγγέλλει ὁ λόγος. Σαλευθήτωσαν δὲ, φησὶ, ἀπ' αὐ τοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Οἱονεὶ πᾶν κίνημα, εἴτε κατὰ νοῦν, εἴτε κατὰ σωμα τικὴν ἐνέργειαν ἐπιτελούμενον, κατὰ τὸ βούλημα αὐ τοῖς τοῦ Θεοῦ ἐνεργείσθω. Οὕτω γὰρ νοῶ τὸ, Σαλευ θήτωσαν ἀπ' αὐτοῦ. Οἱονεὶ μήτε ὀφθαλμὸς σαλευέ σθω ἄνευ Θεοῦ· μὴ χεὶρ κινείσθω ἄνευ Θεοῦ· μὴ ἡ καρδία διανοείσθω τὰ μὴ εὐάρεστα τῷ Θεῷ. Καὶ ὅλως ἀπὸ μηδενὸς ἄλλου σαλευθήτωσαν, μηδὲ αὐτούς τι κινείτω, εἰ μὴ ὁ τοῦ Θεοῦ φόβος. Ὅτι αὐ τὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Πρὸς δύο τὰ προάγοντα δύο ἐπήγαγε· Φοβηθήτω πᾶσα ἡ γῆ, καὶ, Σαλευθήτωσαν πάντες οἱ