1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

43

οὐδὲ γεωργὸς τοσοῦτον διὰ τὴν γεωργικὴν ἐπιμέλειαν τυγχάνει τοῦ γεωργικοῦ μέρους, ὅσον διὰ τὸν αὔξοντα τὰ γεωργούμενα Θεόν. Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός. Εἰ δὲ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ τὴν ὁπλιτικὴν δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν. Ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας. Ὡρίσαντο δέ τινες βασιλείαν εἶναι τὴν ἔννομον ἐπιστασίαν, ἢ τὴν ἐπὶ πᾶσιν ἀρχὴν ἀνυπεύθυνον ἁμαρτίᾳ. Καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Γίγαντα λέ γει τὸν φυσικῇ δυνάμει καὶ τόνῳ σωματικῷ κεχρη μένον. Οὔτε οὖν βασιλεὺς τὴν ἐκ τοῦ ὁπλιτικοῦ βοή θειαν ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν, οὔτε ὁ ἀνδρεῖος ἑαυτῷ πρὸς πάντα ἐπαρκεῖν ἐστιν ἱκανός. Ἀσθένεια γάρ ἐστι καὶ ἀδυναμία πάντα ὁμοῦ τὰ ἀνθρώπινα πρὸς τὴν ἀληθινὴν δύναμιν παραβαλλόμενα. ∆ιὰ τοῦτο Τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσατο αἶνον, ἵνα καταλύσῃ τὸν ἐχθρὸν καὶ ἐκδικητήν. Μάλι στα γὰρ ἔλαμψεν ἡ θεία χάρις ἐν τοῖς νηπίοις καὶ ἀνοήτοις ἐνεργουμένη. Ψευδὴς ἵππος εἰς σω τηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σω θήσεται. Ἐκβέβληται τῆς χρήσεως τῶν ἁγίων ὁ ἵππος. Καὶ οὔτε ἐν πολέμοις εὐημερῶν ὁ Ἰσραὴλ ἱππικῇ δυνάμει ποτὲ φαίνεται κεχρημένος, οὔτε ἰδίᾳ τις τῶν ἁγίων τὴν χρῆσιν τῶν ἵππων ὡς ἁρμόζου σαν παρεδέξατο· Φαραὼ δὲ ἵππῳ χρῆται, καὶ Σεναχηρεὶμ ὁ ὑπερήφανος τῇ περιουσίᾳ τῶν ἵππων μέγα φρονεῖ. ∆ιόπερ τοῦ μὲν Φαραὼ ἵππον καὶ ἀνα βάτην ἔῤῥιψεν εἰς θάλασσαν· τοῦ δὲ Σεναχηρεὶμ ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις· ὅθεν καὶ ὁ διὰ Μωϋσέως νόμος τὰ περὶ βασιλέων νο μοθετῶν, Οὐ πληθυνεῖ, φησὶν, ἑαυτῷ ἵππον. Ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ὅταν γὰρ ἀσθενῶ, φησὶ, τότε δυνατός εἰμι. Τὸ δὲ πλῆθος τῆς σωματικῆς δυνάμεως ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβου μένους αὐτόν. Ἀλλαχοῦ μὲν εἴρηται· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους· ἐνταῦθα δὲ, Ἐπὶ τοὺς φοβου 29.348 μένους αὐτόν. Ὅταν ἡμεῖς ἐπὶ τὸν Κύριον ἀποβλέ πωμεν, καὶ ὦσιν ἡμῶν οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν, ὥστ' ἂν εἰπεῖν ἡμᾶς· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· τότε οἱονεὶ ἐφελκόμεθα πρὸς τὴν ἐπισκοπὴν ἡμῶν τὸν ὀφθαλμὸν τοῦ Κυρίου. Τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐ τοῦ. Τὸ ταπεινὸν τῶν δουλευόντων τῷ Κυρίῳ ἐμφαί νει, πῶς ἐπὶ τὸ ἔλεος αὐτοῦ ἐλπίζουσιν. Ὁ γὰρ μὴ πεποιθὼς ἐπὶ τοῖς ἑαυτοῦ ἀνδραγαθήμασι, μηδὲ προσδοκῶν ἐξ ἔργων δικαιωθήσεσθαι, μόνην ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ὅταν γὰρ ἐνθυμηθῇ τὸ, Ἰδοὺ Κύριος καὶ ὁ μισθὸς αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ, καὶ λογίσηται ἑαυτοῦ τὰ πονηρὰ ἔργα, φοβεῖται μὲν τὴν κόλασιν καὶ ὑποπτήσσει τοῖς ἀπειλουμένοις· πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λύπης, εὔελπίς ἐστι πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρω πον ἀποβλέπων. Ἐλπίζει δὲ, ὅτι ῥυσθήσεται ἡ ψυχὴ αὐτοῦ ἐκ θανάτου, καὶ διατραφήσεται ὑπ' αὐτοῦ ἐν λιμῷ. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι. Παρά κλησιν ἔχει πρὸς ὑπομονὴν ὁ λόγος· ὥστε κἄν ποτε καταληφθῶμεν ὑπό τινος τῶν ἐκθλιβόντων ἡμᾶς, μὴ χωρισθῆναι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' ὅλῃ ψυχῇ ὑπομένειν τὰ ἐπίπονα, τὴν παρὰ Θεοῦ βοήθειαν ἀναμένοντας. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Τοῦτο συνᾴδει τοῖς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· καὶ, Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. Καί μοι δοκεῖ κατὰ ταῦτα εἰρηκέναι ὁ Ἀπό στολος τὸ, Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· καὶ τὸ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Εἰπὼν γὰρ ὁ Ψαλμῳδὸς, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ἵνα δείξῃ, ὅτι οὐχὶ βιαίως οὐδὲ καταπιεζόμε νος ὑπὸ τῶν θλίψεων τὴν ὑπομονὴν