1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

49

φυλάσσοντός σε παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἱονεὶ περιτειχίζει σε πάντοθεν τῇ ἀπ' αὐτοῦ ἀσφαλείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ, Κύκλῳ. Ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πάσαις περι κείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. ∆ιὰ τοῦτο Πεσεῖ ται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δε ξιῶν σου· πρὸς σὲ δὲ οὐδὲ πληγή τινος τῶν ἐχθρῶν ἐγγιεῖ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πολλαχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. Ἐπεὶ δὲ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις· ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς ἐγγίνεσθαι. Ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς πα ραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ, τὰ τῆς 29.365 ἀληθείας δόγματα ἐπὶ πλέον βασανίσαντες, δυνηθῶ μεν τῇ οἰκείᾳ πείρᾳ τὴν χρηστότητα καταλαβεῖν τοῦ Κυρίου. Γεύσασθε δὲ, εἶπε, καὶ οὐχὶ ἐμπλήσθητε· διότι νῦν μὲν ἐκ μέρους γινώσκομεν, καὶ δι' ἐσόπτρου βλέπομεν καὶ αἰνίγματος τὴν ἀλήθειαν· ἥξει δέ ποτε ὅτε ὁ νῦν ἀῤῥαβὼν, καὶ τὸ γεῦμα τοῦτο τῆς χάριτος εἰς τελειότητα ἡμῖν τῆς ἀπολαύσεως καταντήσει. Ὥσπερ δὲ οἱ στομαχοῦντες καὶ οἱ κακόσιτοι, ἀποστρε φόμενοι τὰ σιτία, ὑπὸ τῶν ἰατρῶν θεραπεύονται τὸ δυσάρεστον, διεγειρόντων τὰς ὀρέξεις διά τινος ἐπι τηδεύσεως τῆς ἐν τοῖς βρώμασιν, ὥστε, ὑπὸ τῆς κα ρυκείας ἐκείνης ἐρεθιζομένης τῆς αἰσθήσεως, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτείνεσθαι τὰς ὀρέξεις· οὕτω καὶ ἐπὶ τοῦ λόγου τῆς ἀληθείας, Αὐτὴ, φησὶν, ὑμᾶς ἡ πεῖρα πρὸς τὸ ἀκόρεστον τῆς ἐπιθυμίας ἀεὶ προσκα λέσεται. ∆ιὰ τοῦτο, φησὶ, Γεύσασθε, ἵνα μακάριοι γέ νησθε ἀεὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Μα κάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. Ὁ ἀεὶ ἐν ἐπιθυμίᾳ ὢν τοῦ λόγου, ἐπ' οὐδὲν ἕτερον θήσεται τὴν ἐλπίδα ἢ ἐπὶ τὸν Κύριον. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Ἐὰν μὴ φόβος παιδεύῃ ἡμῶν τὴν ζωὴν, ἀμήχανον κατορθωθῆναι τὸν ἁγιασμὸν ἐν τῷ σώματι. Καθήλωσον γὰρ, φησὶ, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς γὰρ οἱ ὑπὸ τῶν ἥλων διαπεπαρ μένοι τὰ μέλη τοῦ σώματος ἀκίνητα ἔχουσι πρὸς ἐνέργειαν, οὕτως οἱ τῷ θείῳ φόβῳ τὴν ψυχὴν κατει λημμένοι πᾶσαν τὴν ἐκ τῶν παθῶν τῆς ἁμαρτίας ἐνόχλησιν διαφεύγουσι. Τῷ οὖν φοβουμένῳ οὐκ ἔστιν ὑστέρημα· τουτέστι, πρὸς οὐδεμίαν ἀρετήν ἐστιν ἐλλιπὴς ὁ ὑπὸ τοῦ φόβου ἀπὸ πάσης ἀτόπου πρά ξεως κωλυόμενος, ἀλλὰ τέλειός ἐστι, μηδενὸς τῶν ἐπιβαλλόντων τῇ ἀνθρωπίνῃ φύσει καλῶν ἀπολειπό μενος. Ὡς γὰρ οὐκ ἔστι τέλειος ἐν τῷ σώματι ὁ ἔν τινι μέρει τῶν ἀναγκαίων ἐλλιμπάνων, ἀλλ' ἀτε λής ἐστι καθ' ὃ ἐλλείπει· οὕτω καὶ ὁ περὶ μίαν τῶν ἐντολῶν καταφρονητικῶς διακείμενος, διὰ τὸ ὑστερεῖν αὐτῆς, ἀτελής ἐστι κατὰ τὸ ἐλλεῖπον. Ὁ δὲ τὸν τέλειον φόβον ἀνειληφὼς, καὶ πάντα καταπτήσσων δι' εὐλάβειαν, οὐδὲν μὲν ἁμαρτή σεται τῷ μηδενὸς ὑπερορᾷν· οὐχ ἕξει δὲ ὑστέρημα, τῷ ἐπὶ πάντα διαρκῶς παρεῖναι αὐτῷ τὸν φόβον. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Οἰκοδομείτω μὲν ἡμᾶς καὶ πρὸς τὴν καταφρόνησιν τοῦ σωματικοῦ πλούτου ὁ λόγος, τὸ ἀβέβαιον τῆς τῶν χρημάτων περιουσίας ἐκδιδά σκων. Εὐμετάπτωτος γὰρ ὁ πλοῦτος, καὶ οἱονεὶ κῦμα 29.368 ὑπὸ τῆς βίας τῶν ἀνέμων ἄλλοτε πρὸς ἄλλα μέ ρη πεφυκὼς μεταῤῥεῖν. Καὶ πλούσιον λέγει τάχα τὸν Ἰσραήλ· ὧν ἡ υἱοθεσία καὶ ἡ λατρεία, ὧν αἱ ἐπαγ γελίαι, ἐξ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἐπτώχευσαν. Οἱ δὲ ἀντ' ἐκείνων ἐκ ζητήσαντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Ἐπτώχευσαν δέ πως