1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

57

τὴν αὐτὴν διάνοιαν δι' ἑτέρας προσηγορίας ἐκδεδωκέναι, ἀντὶ τοῦ, Ὑπὲρ τῶν ἀλ λοιωθησομένων, εἰπὼν αὐτὸς, Ὑπὲρ τῶν κρίνων. Τὸ ὠκύμορον τῶν ἀνθέων ἄξιον ἐνόμισε συγκρί νεσθαι τῷ ἐπικήρῳ τῆς ἀνθρωπίνης φύσεως. Ἐπειδὴ δὲ εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται ἡ φωνὴ (εἴρη ται γὰρ Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὡς ὕστερόν ποτε τῆς ἀλλοιώσεως ταύτης ἀναφαινομένης ἡμῖν), ἐπισκεψώμεθα μήποτε τὸν τῆς ἀναστάσεως ἡμῖν παρ αινίσσεται λόγον, ἐν ᾗ ἡ ἀλλοίωσις ἡμῖν δοθήσεται· ἀλλοίωσις δὲ ἐπὶ τὸ βέλτιον καὶ πνευματικόν. Σπεί ρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ σίᾳ. Ὁρᾷς τὴν ἀλλοίωσιν; Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν· ὅτε καὶ πᾶσα ἡμῖν ἡ σωματικὴ κτίσις συναλλοιοῦται. Καὶ γὰρ καὶ Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξει αὐτοὺς ὁ Θεὸς, καὶ ἀλ λαγήσονται. Τότε καὶ ὁ ἥλιος ἔσται ἑπταπλασίων ἑαυτοῦ, κατὰ τὸν Ἡσαΐαν, καὶ ἡ σελήνη κατὰ τὸ νῦν ὑπάρχον μέγεθος τοῦ ἡλίου. Ἐπειδὴ δὲ οὐ πᾶσι γέ γραπται τὰ λόγια τοῦ Θεοῦ, ἀλλὰ τοῖς ἔχουσιν ὦτα κατὰ τὸν ἔσω ἄνθρωπον, Τοῖς ἀλλοιωθησομένοις ἐπέγραψεν· ὡς οἶμαι, τοῖς ἑαυτῶν ἐπιμελομένοις, καὶ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖ ζον προκόπτουσιν. Αὕτη γάρ ἐστιν ἡ καλλίστη ἀλλοίω σις, ἢν ἡ δεξιὰ χαρίζεται τοῦ Ὑψίστου· ἧς καὶ ὁ μακάριος ∆αβὶδ ἐπῄσθετο, ὅτε, γευσάμενος τῶν καλῶν τῆς ἀρετῆς, τοῖς ἔμπροσθεν ἐπεξέτεινε. Τί γάρ φησι; Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλ λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ὥστε ὁ προκόπτων εἰς ἀρετὴν οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Ὅτε γὰρ ἤμην, φησὶ, νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρό νουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν γενόμενος ἀνὴρ, οὐχ ἵστατο τῆς ἐνεργείας, ἀλλὰ Τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπρο σθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν ἐδίωκεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλοίωσις οὖν ἐστι τοῦ ἔσω ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἐπεὶ οὖν ἀπαγγέλλειν ἡμῖν μέλλει τὰ περὶ τοῦ ἀγα πητοῦ, ὃς τὴν οἰκονομίαν τῆς σαρκώσεως ὑπὲρ ἡμῶν ἀνεδέξατο, ὑπὲρ τῶν ἀξίων τῆς χάριτος ταύτης τὴν 29.392 ᾠδὴν ταύτην ἐκδεδωκέναι τοῖς υἱοῖς Κορέ φησιν ὁ Προφήτης. Ὠδὴ γάρ ἐστι, καὶ οὐχὶ ψαλμός· διότι γυμνῇ φωνῇ, μὴ συνηχοῦντος αὐτῇ τοῦ ὀργάνου, μετ' ἐμμελοῦς τῆς ἐκφωνήσεως παρεδίδοτο. Ὠδὴ δὲ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἆρά σοι διηγήσομαι τὸν ἀγαπητὸν, ὅντινα ὁ λόγος εἶναί φησιν; ἢ καὶ πρὸ τῶν ἡμῶν λό γων ἐπίστασαι, μεμνημένος τῆς ἐν τῷ Εὐαγγελίῳ φωνῆς; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἀγαπητὸς γὰρ τῷ Πατρὶ μὲν ὡς Μονογενὴς, τῇ κτίσει δὲ πάσῃ ὡς πατὴρ φιλάνθρωπος καὶ ἀγαθὸς προστάτης. Τὸ αὐτὸ δέ ἐστι τῇ φύσει καὶ ἀγαπητὸν καὶ ἀγαθόν. ∆ιότι καλῶς ὡρίσαντο ἤδη τινὲς, ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. Οὐ τοῦ τυχόντος δέ ἐστιν εἰς τὸ τέλειον χω ρῆσαι τῆς ἀγάπης, καὶ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι· ἀλλὰ τοῦ ἐκδυσαμένου ἤδη τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσαμένου τὸν νέον, τὸν ἀνακαινούμε νον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος. Ἐπεὶ ὅ γε χρήματα ἀγαπῶν, καὶ περὶ τὸ φθαρτὸν τῶν σω μάτων κάλλος ἐπτοημένος, καὶ τὸ δοξάριον τοῦτο ὑπερτιμῶν, τὴν τοῦ ἀγαπᾷν δύναμιν ἐφ' ἃ μὴ προσῆκεν ἀναλώσας, πρὸς τὴν τοῦ ἀληθινῶς ἀγα πητοῦ θέαν ἀπετυφλώθη. ∆ιὰ τοῦτό φησιν· Ἀγαπή σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐξ ὅλης, μερισμὸν εἰς ἕτερα οὐκ ἐπιδέχεται. Ὅσον γὰρ ἂν τῆς ἀγάπης παρ αναλώσῃς ἐπὶ τὰ κάτω, τοσοῦτόν σοι λείψει ἐξ ἀνάγκης ἀπὸ τοῦ ὅλου. ∆ιὰ τοῦτο ὀλίγοι ἐκ πάντων φίλοι Θεοῦ προσηγορεύθησαν· ὡς Μωϋσῆς ἀναγέ γραπται εἶναι φίλος· ὡς Ἰωάννης· Ὁ γὰρ φίλος, φησὶ, τοῦ νυμφίου, ἑστὼς, χαρᾷ χαίρει· τουτέστιν, ὁ τὸ στάσιμον ἔχων καὶ ἀμετακίνητον τῆς εἰς Χρι στὸν φιλίας, οὗτος ἄξιος τῆς αὐτοῦ φιλίας. ∆ιὸ καὶ τοῖς