1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

63

δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμέ νη. Περὶ τῆς Ἐκκλησίας ἤδη διαλέγεται, περὶ ἧς ἐν τῷ Ἄσματι μεμαθήκαμεν, ὅτι μία ἐστὶ τελεία τοῦ Χριστοῦ περιστερὰ, ἥτις εἰς τὴν δεξιὰν χώραν τοῦ Χριστοῦ λαμβάνει τοὺς ἐπ' ἔργοις ἀγαθοῖς γνω ριζομένους, διακρίνουσα ἀπὸ τῶν φαύλων, ὥσπερ ὁ ποιμὴν διακρίνει τοὺς ἄρνας ἀπὸ τῶν ἐρίφων. Παρ ίσταται οὖν ἡ βασίλισσα, ἡ τῷ νυμφικῷ Λόγῳ καθηρμοσμένη ψυχὴ, ἡ μὴ βασιλευομένη ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ τῆς τοῦ Χριστοῦ βασιλείας μετέχου σα, ἐκ δεξιῶν τοῦ Σωτῆρος ἐν ἱματισμῷ διαχρύσῳ· τουτέστιν, ἐν δόγμασι νοεροῖς καθυφασμένοις καὶ πε ποικιλμένοις, σοβαρῶς ἑαυτὴν καὶ ἱεροπρεπῶς κατακοσμοῦσα. Ἐπειδὴ δὲ οὐ μονοειδῆ τὰ δόγματα, ἀλλὰ ποικίλα καὶ πολύτροπα, ἠθικούς τε καὶ φυσικοὺς καὶ τοὺς ἐποπτικοὺς λεγομένους περιέχοντα λόγους, διὰ τοῦτο πεποικιλμένον εἶναι τὸν ἱματισμὸν τῆς νύμφης ὁ λόγος φησίν. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ 29.409 προσκυνήσουσιν αὐτῷ. Προσκαλεῖται τὴν Ἐκ κλησίαν ἐπὶ τὴν ἀκρόασιν καὶ τὴν τήρησιν τῶν προσ τασσομένων, καὶ προσοικειοῦται αὐτὴν διὰ τῆς προσ ηγορίας, θυγατέρα αὐτὴν προσαγορεύων· οἱονεὶ τεκνοποιούμενος αὐτὴν διὰ τῆς ἀγάπης. Ἄκουσον, θύγατερ, καὶ ἴδε. ∆ιδάσκει αὐτὴν γεγυμνασμένον ἔχειν τὸν νοῦν πρὸς θεωρίαν διὰ τοῦ, Ἴδε. Κατανόη σον, φησὶ, τὴν κτίσιν, καὶ ὠφεληθεῖσα ἀπὸ τῆς κατ' αὐτὴν τάξεως, οὕτως ἀνάβαινε πρὸς τὴν τοῦ κτί σαντος θεωρίαν. Εἶτα κάμπτων αὐτῆς τὸν ὑψηλὸν τῆς ἀλαζονείας τράχηλον, Κλῖνον, φησὶ, τὸ οὖς σου. Μὴ ἀποδράμῃς πρὸς τοὺς ἔξω μύθους, ἀλλὰ κατάδεξαι τὸ ταπεινὸν τῆς ἐν τῷ εὐαγγελικῷ λόγῳ φωνῆς· Κλῖνον τὸ οὖς σου πρὸς τὴν ὧδε διδασκα λίαν, ἵνα ἐπιλάθῃ τῶν μοχθηρῶν ἐθῶν ἐκείνων καὶ τῶν πατρικῶν διδαγμάτων. ∆ιὸ Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέν νηται. Ἔκβαλέ μοι, φησὶ, τὰς τῶν δαιμόνων διδα σκαλίας, ἐπιλάθου θυσιῶν, χορείας νυκτερινῆς, μύ θων εἰς πορνείαν καὶ πᾶσαν ἀσέλγειαν ἐκκαιόντων. ∆ιὰ τοῦτο θυγατέρα σε ἐμαυτοῦ προσηγόρευσα, ἵνα μισήσῃς τὸν πατέρα τὸν πρότερόν σε γεννήσαντα εἰς ἀπώλειαν. Ἐὰν γὰρ διὰ τῆς λήθης ἀπαλείψῃς τοὺς σπίλους τῶν πονηρῶν μαθημάτων, ἀπολαβοῦσα τὸ ἴδιον ἑαυτῆς κάλλος, ἐπιθυμητὴ φανήσῃ τῷ νυμφίῳ καὶ βασιλεῖ. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Τὸ ἀναγκαῖον τῆς ὑπο ταγῆς παραδηλοῖ διὰ τοῦ, Αὐτός ἐστι Κύριός σου. Προσκυνήσουσι δὲ αὐτῷ, πᾶσα ἡ κτίσις. ∆ιότι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Τὸ πρόσωπόν σου λιταν εύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ∆οκεῖ ἡ ὑπερβο λὴ τῆς εἰδωλολατρείας ἐν τῇ Χανανίτιδι χώρᾳ ἐπιτε τηδεῦσθαι. Μητρόπολις δὲ τῆς Χαναὰν ἡ Τύρος. Προ τρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν Ἐκκλησίαν ὁ λόγος, Καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει ποτὲ μετὰ δώρων. Καὶ τὸ σὸν δὲ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ προσ κυνήσουσιν ἐν δώροις. Οὐκ εἶπε, Σὲ προσκυνή σουσιν ἐν δώροις, ἀλλὰ, Τὸ πρόσωπον τὸ σόν. Οὐ γὰρ Ἐκκλησία προσκυνεῖται, ἀλλὰ τῆς Ἐκκλησίας ἡ κεφαλὴ ὁ Χριστὸς, ὃν πρόσωπον ὠνόμασεν ἡ Γραφή. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρ θένοι ὀπίσω αὐτῆς. Ἐπειδὴ ἐκαθάρθη ἀπὸ τῶν 29.412 παλαιῶν διδαγμάτων τῆς πονηρίας, ὑπακούσασα τῷ διδάγματι, καὶ ἐπιλαθομένη τοῦ λαοῦ αὐτῆς, καὶ τοῦ οἵκου τοῦ πατρὸς αὐτῆς, διηγεῖται τὰ περὶ αὐτῆς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐπειδὴ εἶδε τὴν ἐν τῷ κρυπτῷ καθαρότητα, Πᾶσα, φησὶν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, τουτέστι, τῆς Χριστοῦ νύμφης, τῆς γενομένης λοιπὸν διὰ τῆς υἱοθεσίας θυγατρὸς τοῦ βασιλέως, ἕσωθέν ἐστι. Προτρέπει ὁ λόγος ἐπὶ τὰ ἐν δοτάτω χωρεῖν τῆς ἐκκλησιαστικῆς δόξης μυστήρια, ὡς ἔνδον