1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

71

ὑψηλῷ κηρύγματι τούτῳ πρὸς τὴν ἀκρόα σιν συγκαλεῖται. Ποία σκοπιὰ τῆς γῆς τοσοῦτον ἁπά 29.433 σης ὑπερανέστηκεν, ὥστε ἐξ ἀπόπτου πάντα ἰδεῖν τὰ ἔθνη, καὶ πᾶσαν τὴν οἰκουμένην ὀφθαλμῷ περιλα βεῖν; Τίς οὕτω μεγαλοφωνότατος κῆρυξ, ὥστε τοσαύ ταις ὁμοῦ ἀκοαῖς ἐξάκουστον ἐμβοῆσαι; Τίς ὁ δέχε σθαι δυνάμενος χῶρος τοὺς ἐκκλησιάζοντας; Πηλίκος δὲ ὁ διδάσκαλος καὶ ποταπὸς τὴν σοφίαν, ὥστε ἄξια τῆς τηλικαύτης Ἐκκλησίας ἐξευρεῖν τὰ διδάγμα τα; Μικρὸν ἀνάμεινον, καὶ μαθήσῃ, ὅτι ἄξια τοῦ ἐπ αγγέλματός ἐστι τὰ ἐφεξῆς. Ὁ μὲν γὰρ ἐκκλησιάζων καὶ πάντα συγκαλῶν τῷ κηρύγματι ὁ Παράκλητός ἐστι, τὸ Πνεῦμα τῆς ἀληθείας, διὰ προφητῶν καὶ ἀπο στόλων συνάγων τοὺς σωζομένους· ὧν ἐπειδὴ Εἰς ἅπασαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐ τῶν· διὰ τοῦτό φησιν· Ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. ∆ιὸ καὶ ἡ Ἐκκλησία ἐκ παντοδαπῶν ἐπιτηδευμάτων συν είλεκται, ἵνα μηδεὶς ἔξω τῆς ὠφελείας ἀπολειφθῇ. Τρεῖς γάρ εἰσι συζυγίαι τῶν κεκλημένων, ἐν αἷς ἅπαν τὸ τῶν ἀνθρώπων περιέχεται γένος· ἔθνη γὰρ οἱ κατοικοῦντες τὴν οἰκουμένην· γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων· πλούσιοι καὶ πένητες. Τίνα τοίνυν ἔξω καταλέλοιπε τῆς ἀκροάσεως; Οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἳ ἐν τῇ Ἐκκλησίᾳ εἰσὶν, οἱ κατοικοῦντες τὴν οἰκουμένην. Γηγενεῖς οἱ τὰ γήινα φρονοῦντες, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπι μέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν. Πλούσιοι καὶ πέ νητες αὐτόθεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα· οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγκαίων, οἱ δὲ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτω λοὺς εἰς μετάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον. Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ' ὅμως προτετίμηται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχον τες πρότερον μεταλάβωσι τῆς ἐκ τοῦ ἰατροῦ ὠφε λείας. Πάλιν οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώ πων ἐτάχθησαν· καὶ πλούσιοι πρὸ τῶν πενήτων. Τὸ ἀπεγνωσμένον τάγμα, καὶ δύσκολον ἔχον τὴν σωτη ρίαν, πρότερον κέκληται τῶν πτωχῶν. Τοιαύτη γὰρ ἡ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις· προτέ ροις μεταδίδωσι τῆς ὠφελείας. Ὁμοῦ δὲ καὶ εἰ ρήνης ἐστὶ συναγωγὸν ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλή λους ὑπεναντίως, τούτους διὰ τῆς Ἐκκλησίας προσ εθισθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην. Γινωσκέτω γὰρ ὁ πλούσιος, ὅτι ὁμοτίμῳ κηρύγματι κέκληται πρὸς τὸν πένητα. Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, πλούσιος καὶ πένης. Ἔξω καταλιπὼν τὴν πρὸς τοὺς καταδεεστέ ρους ὑπεροχὴν, καὶ τὸ ἐκ τοῦ πλούτου φρύαγμα, οὕ 29.436 τως εἰσέρχου εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν τῶν εὐπορούντων ὑποπτησσέτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξου θενείτωσαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλλοτριούσθωσαν. Καὶ τὰ ἔθνη ἐθιζέσθω πρὸς τοὺς κατοι κοῦντας τὴν οἰκουμένην, καὶ οἱ τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέσθωσαν. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἐπειδὴ, κατὰ τὸν Ἀπόστολον, Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στό ματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα· διὰ τοῦτο ἀμφότερα ὁ λόγος ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς καρδίας μελέ την. Ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προ αποκείμενον, πῶς προενέγκῃ τὸν θησαυρὸν διὰ τοῦ στόματος ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ; ἐάν τε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύῃ τῷ λόγῳ, λεχθήσεται αὐτῷ· Σοφία κεκρυμμένη, καὶ θησαυ ρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; ∆ιόπερ εἰς μὲν τῶν ἑτέρων ὠφέλιμον τὸ στόμα μου λα