1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

75

ὑποδιαιρῶν, ἄφρονας καὶ ἄνους λέγει. ∆ῆλον ὅτι σοφοὺς μὲν αὐτοὺς εἶπεν, ἀπὸ τῆς οἰήσεως τῆς ἐκείνων συγχρησάμενος τῷ ὀνόματι. Ὡς καὶ 29.445 θεοὺς ὀνομάζει τοὺς μὴ φύσει ὄντας, τῇ συνηθείᾳ τῶν ἠπατημένων ἑπόμενος, οὕτω καὶ σοφοὺς εἶπε τοὺς ἄφρονας καὶ ἀνοήτους. ∆υνατὸν οὖν τῇ ἐπινοίᾳ διελεῖν τὸν ἄφρονα ἀπὸ τοῦ ἀνοήτου. Ἄφρων μὲν γάρ ἐστιν ὁ ἐστερημένος φρονήσεως, καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων. Οὕτω καὶ ἡ συνήθεια φρονίμους καλεῖ τοὺς ἐν τοῖς κατὰ τὸν βίον πράγμασι τὸ ὠφέλιμον καὶ βλαβερὸν διακρίνον τας· καθὸ εἴρηται καὶ ἐν τῷ Εὐαγγελίῳ· Ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. Οὐ γὰρ ἁπλῶς φρονιμώτεροι, ἀλλ' εἰς τὴν διεξαγωγὴν τῆς ζωῆς ταύτης τῆς ἐν τῇ σαρκί. Οὗτοι δὲ καὶ οἰκονόμοι ἀδικίας λέγονται, διὰ τὸ φρό νιμον τῆς περὶ τὸν ἑαυτῶν βίον οἰκονομίας. Κατὰ τοῦτο τὸ σημαινόμενον, φρόνιμοί εἰσιν καὶ οἱ ὄφεις, καταδύσεις ἑαυτοῖς εὐτρεπίζοντες, καὶ ἐν τοῖς κινδύ νοις παντὶ τρόπῳ τὰς ἐπὶ τὴν κεφαλὴν πληγὰς ἀπο φεύγοντες. Ἄνους δὲ λέγεται ὁ οὐκ ἔχων τὰ τοῦ ἀν θρώπου ἐξαίρετα. Ταῦτα δέ ἐστι Θεοῦ Πατρὸς κατα νόησις, καὶ ἡ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν Λόγου παραδοχή· καὶ ὁ παρὰ τοῦ ἁγίου Πνεύματος ἐγγινόμενος φωτισμός· ὅντινα νοῦν ἔχουσιν οἱ δυνά μενοι μετὰ Παύλου λέγειν· Ἡμεῖς δὲ νοῦν Χρι στοῦ ἔχομεν. Κέχρηται μέντοι καὶ ἐνηλλαγμέ νως τοῖς ῥήμασι τούτοις ἡ συνήθεια τῆς Γραφῆς, τὸν μὲν ἄθεον ἄφρονα λέγουσα ἐν τῷ, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν τὸ περὶ τὴν ζωὴν βλαβερὸν ἀνόητον ὀνομάζουσα· ὡς ὁ Ἀπόστολος περὶ τῶν ἐμπιπτόντων εἰς ἐπιθυ μίας ἀνοήτους καὶ βλαβεράς. Οὕτω μέντοι ὁ ἄφρων καὶ ὁ ἄνους πρὸς ἓν κοινὸν τέλος τὴν ἀπώ λειαν καταφέρονται. ∆ύναται δέ τις εἰπεῖν ἄφρονα μὲν ὠνομάσθαι τὸν ἐθνικῶς ζῶντα, ἄνουν δὲ τὸν Ἰουδαϊκῶς κατὰ τὴν ψιλὴν τοῦ νόμου τήρησιν πολι τευόμενον. Τούτῳ γὰρ τῷ ἄφρονι εἶπεν ὁ Θεὸς διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀθεότητα· Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀφαιροῦσιν ἀπὸ σοῦ. Ἄνους δὲ ὁ κατὰ σάρκα Ἰσραὴλ ὠνόμασται κατὰ τὸν προφήτην, ὅς φησι· Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Τούτων οὖν κοινῇ ὑπὸ τῆς ἰδίας ἀγνοίας συντριβομένων, ἡμεῖς οἱ ἀλ λότριοι αὐτῶν κληρονόμοι τοῦ πλούτου γινόμεθα. Ἡμῶν γὰρ αἱ ἐντολαὶ, ἡμέτεροι οἱ προφῆται, 29.448 ἡμῶν οἱ πατριάρχαι· ἡμῶν οἱ ἀπ' αἰῶνος δίκαιοι. Ἡμῖν κατέλιπον τὸν πλοῦτον ἑαυτῶν οἱ ἐν τῇ ἀφροσύνῃ ἑαυτῶν ἀπολλύμενοι. Τούτων δὲ αἱ οἱ κίαι, τοῦ ἄφρονος καὶ τοῦ ἀνοήτου, τάφοι εἰσὶν εἰς τὸν αἰῶνα. Ὧν γὰρ ὁ βίος νεκρῶν ἔργων τῶν ἀπὸ πάσης ἁμαρτίας πεπλήρωται, τούτων τάφοι εἰσὶν αἱ οἰκίαι εἰς τὸν αἰῶνα. Ὁ γὰρ νεκρὸς γενό μενος τοῖς παραπτώμασιν οὐκ οἰκίαν οἰκεῖ, ἀλλὰ τάφον, τῆς ἑαυτοῦ ψυχῆς νενεκρωμένης. Οἰκίαν μὲν γὰρ οἰκεῖ ὁ ἄδολος τὸ ἦθος καὶ ἁπλοῦς Ἰακὼβ, περὶ οὗ γέγραπται, ὅτι ἦν Ἄνθρωπος ἄπλαστος καὶ ἀγαθὸς, οἰκῶν οἰκίαν· τάφον δὲ οἰκεῖ ὁ παμπό νηρος, μηδὲ θεμέλιον μετανοίας καταβαλλόμενος ἀπὸ νεκρῶν ἔργων, ἀλλὰ παροιμοιάζων τάφῳ κεκο νιαμένῳ· ὃς ἔξωθεν μὲν ἐμφανὴς ὢν, ἔσωθεν δὲ γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. ∆ιόπερ ὁ τοιοῦτος φθεγγόμενος οὐχὶ στόμα ἀνοίγει λόγῳ Θεοῦ, ἀλλὰ τάφον ἔχει ἀνεῳγμένον τὸν λάρυγγα αὐτοῦ. Εἴ τις οὖν εἰς Χριστὸν πιστεύων, μὴ ἀκολού θως τῇ πίστει τὰς πράξεις ἀποδίδωσιν, οὗτος διὰ τὸ μοχθηροῖς δόγμασι προσεσχηκέναι, καὶ διὰ τὸ παρ εκδέχεσθαι τὸ βούλημα τῆς Γραφῆς, λατομεῖ ἑαυτῷ ἐν τῇ πέτρᾳ μνημεῖον. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· τουτέστιν, οἱ τάφοι οἰκίαι αὐτῶν εἰσιν εἰς τὸν αἰῶνα. Εἶτα ἑρμηνεύων τίνας βούλεται εἶναι τάφους, ἵνα δείξῃ, ὅτι περὶ τῶν σωμάτων λέγει, οἷς αἱ διὰ τὴν πονηρίαν ἐναπονεκρωθεῖσαι ψυχαὶ ἐνοικοῦσι, προσ έθηκεν αὐτοῖς· Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεὰν, κατὰ τὴν συνήθειαν, σκηνωμάτων τῶν ἀν θρωπίνων σωμάτων ἀεὶ λεγομένων. Οὗτοι δὲ καὶ ἐπικαλοῦνται τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Οὐ γὰρ ἐγγράφεται