1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

76

ἀσεβοῦς ὄνομα ἐν βίβλῳ ζώντων, οὐδὲ ἀριθμεῖται μετὰ τῆς Ἐκκλησίας τῶν πρωτο τόκων τῶν ἀριθμουμένων ἐν οὐρανοῖς· ἀλλὰ τῇ γῇ αὐτῶν ἐναπομένει τὰ ὀνόματα, διότι τὴν παροδικὴν ταύτην ζωὴν καὶ ὀλιγοχρόνιον τῶν αἰωνίων σκηνῶν προετίμησαν. Οὐχ ὁρᾷς τοὺς οἰκοδομοῦντας ἐν ταῖς πόλεσιν ἀγορὰς καὶ γυμνάσια, τείχη ἀνιστῶντας, ὑδραγωγοὺς ἐπισκευάζοντας, πῶς τὰ ὀνόματα αὐτῶν τούτοις ἐπικέκληται τοῖς γηίνοις κατασκευάσμασιν; Ἤδη δέ τινες, καὶ ἀγέλαις ἵππων τὰς ἑαυτῶν προσ 29.449 ηγορίας ἐνσημηνάμενοι, ἐπὶ πολὺ συμπαραταθῆναι τῷ βίῳ τὴν μνήμην ἑαυτῶν ἐπενόησαν· καὶ ἐν τά φοις δὲ μεγαλουργίαν ἐπιδειξάμενοι, τοῖς μνήμασιν ἑαυτῶν ἐναφῆκαν τὰ ὀνόματα. Οὗτοί εἰσιν οἱ τὰ γήϊνα φρονοῦντες, καὶ τὴν ἐνταῦθα δόξαν, καὶ τὸ παρὰ τοῖς ἀνθρώποις μνημονεύεσθαι αὔταρκες ἑαυ τοῖς εἰς μακαριότητα λογιζόμενοι. Κἂν ἴδῃς δέ τινα τῶν ἐπὶ ψευδωνύμῳ γνώσει μέγα φρονούντων, καὶ προσνεμόντων ἑαυτοὺς μοχθηρῶν τινων δογμά των συγκαταθέσεσι, καὶ ἀντὶ τοῦ ὀνόματος τῶν Χριστιανῶν, ἀφ' ἑνός τινος τῶν αἱρεσιαρχησάντων ἑαυτοὺς ὀνομάζοντας, Μαρκίωνος, ἢ Οὐαλεντίνου, ἢ τῶν νῦν ἐπιπολαζόντων τινὸς, γίνωσκε, ὅτι καὶ οὗτοι ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν, φθαρτοῖς ἀνθρώποις καὶ τὸ ὅλον γηΐνοις ἑαυτοὺς προσνείμαντες. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, τὸ τίμιον ἐν τῇ φυσικῇ κατασκευῇ ἔχων. Τί γὰρ τῶν ἐπὶ γῆς ἄλλο κατ' εἰκόνα τοῦ κτίσαντος γέγονε; Τίνι ἡ κατὰ πάντων ἀρχὴ καὶ ἐξουσία τῶν τε χερσαίων καὶ ἐνύδρων καὶ ἐναερίων ζώων κεχάρισται; Βραχὺ μὲν ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· τὸν μὲν οὖν ἄνθρωπον ἐποίησεν ἀπὸ τῆς γῆς, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ἀλλ' ὅμως ἥ γε τοῦ νοεῖν καὶ συνιέναι τὸν ἑαυτῶν Κτίστην καὶ ∆η μιουργὸν δύναμις καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχει. Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον· τουτέστι, μοῖράν τινα τῆς ἰδίας χάριτος ἐναπέθετο τῷ ἀν θρώπῳ, ἵνα τῷ ὁμοίῳ ἐπιγινώσκῃ τὸ ὅμοιον. Ἀλλ' ὅμως ἐν τιμῇ ὢν τηλικαύτῃ, ἐκ τοῦ δεδημιουργῆ σθαι κατ' εἰκόνα τοῦ κτίσαντος, ὑπὲρ οὐρανὸν, ὑπὲρ ἥλιον, ὑπὲρ τὰς τῶν ἀστέρων χορείας τετιμημένος (τίς γὰρ τῶν οὐρανῶν εἰκὼν εἴρηται τοῦ Θεοῦ τοῦ ὑψίστου; ποίαν δὲ ἥλιος εἰκόνα σώζει τοῦ κτί σαντος; τί ἡ σελήνη; τί οἱ λοιποὶ ἀστέρες; ἄψυχα μὲν καὶ ὑλικὰ, διαφανῆ δὲ μόνον τὰ σώματα κεκτη μένοι, ἐν οἷς οὐδαμοῦ διάνοια, οὐ προαιρετικαὶ κινήσεις, οὐκ αὐτεξουσιότητος ἐλευθερία· ἀλλὰ δοῦλά ἐστι τῆς ἐπικειμένης ἀνάγκης, καθ' ἣν ἀπαραλλά κτως ἀεὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται)· ὑπὲρ οὖν ταῦτα ταῖς τιμαῖς προηγμένος ὁ ἄνθρωπος, οὐ συν ῆκεν, ἀλλὰ καταλιπὼν τὸ ἕπεσθαι Θεῷ, καὶ ὁμοιοῦ σθαι τῷ κτίσαντι, δοῦλος γενόμενος τῶν παθῶν τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή 29.452 τοις, καὶ ὡμοιώθη αὐτοῖς· νῦν μὲν ὡς ἵππος θη λυμανὴς χρεμετίζων ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· νῦν δὲ ὡς λύκος ἅρπαξ ἐφεδρεύων τοῖς ἀλ λοτρίοις· ἄλλοτε δὲ διὰ τοῦ πρὸς τὸν ἀδελφὸν δόλου τῇ πανουργίᾳ τῆς ἀλώπεκος εἰκαζόμενος. Ὑπερβολὴ δὲ τῆς ἀνοίας καὶ τῆς κτηνώδους ἀλογίας τῷ ὄντι μήτε τῆς ἐξ ἀρχῆς ἑαυτοῦ κατασκευῆς ἐπαι σθάνεσθαι, δημιουργηθέντα κατ' εἰκόνα τοῦ κτίσαν τος, μήτε τὰς τηλικαύτας ὑπὲρ αὐτοῦ γενομένας οἰκονομίας νοεῖν βούλεσθαι, καὶ ἀπ' ἐκείνων γοῦν ἑαυτοῦ γνωρίζειν τὸ τίμιον· ἀλλ' ἀμνημονεῖν, ὅτι ἀποβαλὼν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἀνέλαβε τὴν εἰκόνα τοῦ χοϊκοῦ. Καὶ ἵνα μὴ ἐναπομείνῃ τῇ ἁμαρτίᾳ, δι' αὐτὸν Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐπὶ τοσοῦτον ἑαυτὸν ἐτα πείνωσεν, ὥστε γενέσθαι Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι