1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

78

ὥστε καὶ τὰ ἡμέτερα ἐφορᾷν. Εἰ γὰρ πρόνοια ἦν, ἑκάστῳ μερί ζουσα τὰ οἰκεῖα, ὥστε πλουτεῖν μὲν τοὺς δικαίους, τοὺς ἐπισταμένους τῷ πλούτῳ χρήσασθαι, πένεσθαι δὲ τοὺς πονηροὺς τοὺς ἔχοντας ὄργανον τῆς οἰ κείας πονηρίας τὸν πλοῦτον. Ἐπεὶ οὖν πολλοί εἰσιν ἐν τοῖς ἔθνεσι καὶ τοῖς γηγενέσιν οἱ τὰ τοιαῦτα φρο νοῦντες, καὶ διὰ τὴν φαινομένην ἀνωμαλίαν τοῦ ἐπι μερισμοῦ τῶν βιωτικῶν πραγμάτων ἀπρονόητον εἶ ναι τὸν κόσμον ὑπολαμβάνοντες· τούτοις διαλέγεται ὁ λόγος, καταστέλλων αὐτῶν τὴν ἀπαίδευτον κίνησιν· οὓς καὶ ἐν προοιμίοις ἐπὶ τὴν ἀκρόασιν τῶν διδαγμά των ἐκάλει. Ἤ που καὶ πρὸς μόνον ἰδίως τὸ πρόσ ωπον τοῦ πένητος ἀποτείνεται λέγων· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Οὗτοι γὰρ καὶ μάλιστα παρα μυθίας δέονται πρὸς τὸ μὴ ὑποπτήσσειν τοὺς ὑπερ έχοντας. Οὐδὲν γὰρ, φησὶν, ὄφελος τῷ πλουσίῳ ἀπο θνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ· ὅς γε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρ δαινε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν, οὐ λήψεται, φησὶ, πᾶσαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλῦπτον αὐ τοῦ τὰ ἀσχήμονα· καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα αἰ δοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα. Μὴ μικροψύχει οὖν περὶ τὰ παρόντα, ἀλλὰ ἀνάμενε τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπέραντον. Ὄψει γὰρ τότε, ὅτι πρὸς καλοῦ γίνεται τῷ δικαίῳ ἡ πενία, καὶ ἡ ἀδοξία, καὶ ἡ στέρησις τῆς τρυφῆς. Καὶ μὴ ταραχθῇς νῦν ἐπὶ τοῖς νομιζομένοις ἀγαθοῖς, ὡς ἀδί κως μεριζομένοις. Ἀκούσῃ γὰρ πῶς τῷ μὲν πλου σίῳ λεχθήσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· τῷ δὲ πένητι, ὅτι ἀπέχει τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. ∆ιόπερ ἀκολούθως ὁ μὲν παρακαλεῖται. ὁ δὲ ὀδυνᾶται. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύ νῃς αὐτῷ. Περὶ τοῦ χοϊκοῦ ἀνθρώπου καὶ ἀγαθὰ νομίζοντος εἶναι μόνα τὰ τοῦ βίου τούτου προτερή ματα, πλοῦτον, καὶ ὑγίειαν, καὶ δυναστείαν, περὶ τούτου φησὶν, ὅτι ἐξομολογήσεται τῷ Θεῷ, ὅταν ἀγα θύνηται· ἐν δὲ τοῖς περιστατικοῖς πᾶσαν ἀφίησι δυσφημίαν. Καταλιπὼν γὰρ τὸν πένητα, πρὸς τὸν Θεὸν ἤδη ποιεῖται τὸν λόγον· ἐν κατηγορίᾳ τῇ τοῦ πλούτου παραλαμβάνων καὶ τὸ ἐν τῇ εὐθηνίᾳ 29.457 μόνῃ εὐχαριστεῖν τῷ Θεῷ, σκυθρωποτέρων δέ τινων περιστάντων, μηκέτι τὸν αὐτὸν διαμένειν. Τοιοῦτον γάρ ἐστι καὶ τὸ τοῦ διαβόλου εἰς κατηγορίαν προσφε ρόμενον τῷ Ἰὼβ, ὅτι οὐ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον, ἀλλὰ μισθὸν ἔχει τῆς εὐσεβείας τὸν πλοῦ τον, καὶ τὰ λοιπά. ∆ιὸ καὶ εἰς ἀπόδειξιν τῆς τοῦ ἀν δρὸς ἀρετῆς ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς ὧν εἶχεν, ἵνα διὰ πάντων διαφανῇ τὸ πρὸς Θεὸν εὐχάριστον τοῦ ἀνθρώπου. Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οἶμαι λέγειν περὶ τοῦ ἁμαρτωλοῦ, ὅτι τοσοῦτον ἐπι γινώσκει Θεὸν, ὅσον ἡ τῶν πατέρων αὐτοῦ συν ήθεια παραδέδωκε· τῇ δὲ οἰκείᾳ τοῦ φρονεῖν δυνάμει οὐδὲν πλέον προσκτᾶται, οὐδὲ προστίθησιν ἑαυτῷ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Τοσοῦτον οὖν, φησὶ, παραγίνῃ σὺ, ὁ Θεὸς, καὶ τοσαύτη ἐστὶν ἐν αὐτῷ ἡ περὶ σοῦ ἔννοια, ὅση ἐν τῇ γενεᾷ τῶν πατέρων αὐτοῦ ὑπῆρχε. Καὶ ἐνταῦθα τὸ ἀργὸν πολὺ τῆς διανοίας καὶ ὅλον γήϊνον καὶ φιλόσαρκον τοῦ ἐν πλούτῳ καὶ τρυφῇ κυλιομένου παρίστησι, καὶ τοῦ ὑπὲρ τῶν βιω τικῶν μεριμνῶν καταπεπνιγμένον τὸν νοῦν ἔχοντος. ∆ιὰ τοῦτο ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τυ φλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Ἔχει δὲ καί τινα τοιοῦτον νοῦν τὸ, Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Τουτέστι, τοὺς ἐν πο νηρῷ βίῳ καὶ δόγμασι πατρίοις μὲν, ἀλλοτρίως δὲ ἔχουσι πρὸς τὴν εὐσέβειαν, καταληφθέντας, οὐκ αὐτοὺς ἐκδικεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἀρχηγοὺς τῶν μοχθηρῶν διδαγμάτων ἐπιζητεῖς. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον· Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οὐ γὰρ μόνον ὁ πονηρὰς ἔχων