1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

79

περὶ Θεοῦ ἐν νοίας ὑπαίτιος, ἀλλὰ καὶ ὁ τούτων πρὸς τὴν ἀπώλειαν ταύτην καθηγησάμενος. Τοιοῦτοι δὲ οἱ καὶ τὴν προ γόνων κακίαν διαδεξάμενοι, καὶ δυσέκνιπτον ἔχοντες, διὰ τὸ χρονίῳ ἔθει βεβαιωθῆναι. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Πέμπονται γὰρ Εἰς τὸ σκότος τὸ ἐξώ τερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦτο κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ὑπομένουσιν, ἐπειδὴ ἐν τῷ βίῳ τούτῳ, διὰ τοῦ τὰ φαῦλα πράσσειν, ἐμίσουν τὸ φῶς. Ἄνθρω πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Σχε τλιαστικὴ ἡ φωνή. Ἄνθρωπος, ὁ βραχύ τι παρ' ἀγ 29.460 γέλους ἐλαττωθεὶς, περὶ οὗ καὶ ὁ Σολομών φησι· 29.460 Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· οὗτος διὰ τὸ μὴ αἰσθανθῆναι τοῦ οἰκείου ἀξιώματος, ἀλλ' ὑποκῦψαι τοῖς πάθεσι τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

ΕΙΣ ΤΟΝ ΝΘʹ ΨΑΛΜΟΝ.

Πρὸς τὸ πρόθυμον ἀφορῶντα τῆς ὑμετέρας ἀκοῆς, καὶ τὸ τῆς ἐμαυτοῦ

δυνάμεως ἀσθενὲς, ὑπῆλθέ μέ τις εἰκὼν παιδίου νεανικωτέρου λοιπὸν, οὔπω μέντοι ἀπο γεγαλακτισμένου, διοχλοῦντος δὲ τὴν μητρῴαν θηλὴν ὑπ' ἀῤῥωστίας κατεψυγμένην· ᾧ κἂν αἰσθά νηται ἡ μήτηρ ξηρὰς ἔχουσα τὰς πηγὰς τοῦ γάλα κτος, ἑλκομένη καὶ σπαρασσομένη παρ' αὐτοῦ τὸν μαζὸν ἐπιδίδωσιν· οὐχ ἵνα θρέψῃ τὸ νήπιον, ἀλλ' ἵνα παύσῃ κλαυθμυριζόμενον. Καὶ τοίνυν εἰ καὶ τὰ ἡμέτερα κατεξηραμμένα τῇ μακρᾷ ταύτῃ καὶ ποικίλῃ τοῦ σώματος ἀῤῥωστίᾳ, ὅμως πρόκειται ὑμῖν, οὐκ ἀπόλαυσιν ἀξιόλογον, ἀλλὰ πληροφορίαν τινὰ παρεχόμενα, διότι τῆς ἀγάπης ὑμῶν τὸ ὑπερ βάλλον ἀρκεῖται καὶ μόνῃ τῇ φωνῇ τὸν ἐφ' ἡμῖν πό θον καταπραῧναι. Προσειρήσθω τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ διδασκέσθω λέγειν ὅπερ ἀρτίως ἐλέγομεν· ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ μα ταία σωτηρία ἀνθρώπου. Ὥστε τάχα οὐδὲ τὸ προφα σίζεσθαι ἀῤῥωστίαν ἡμῖν ἡ τοῦ ψαλμοῦ διάνοια συγ χωρεῖ, εἴπερ ἡ θλίψις βοηθείας πρόξενος, ἀλλ' οὐκ ἀσθενείας ἐστὶν ἀφορμή. Τοῖς οὖν ἀπωσμένοις διὰ τὰς ἁμαρτίας, εἶτα διὰ φιλανθρωπίαν Θεοῦ πάλιν προσδεχθεῖσιν εὔκαιρον λέγειν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτεί ρησας ἡμᾶς. Μᾶλλον δὲ, ἐπειδὴ εἰς ἀκολουθίαν ὁ λό γος τῆς τοῦ ψαλμοῦ διανοίας ἐνέπεσε, δεῦρο μετρίως ἁψώμεθα αὐτοῦ τῆς ἐξηγήσεως. Ἡ ἱστορία τοῦ προκειμένου ψαλμοῦ αὐτολεξεὶ μὲν, κατὰ τὴν ἐπιγραφὴν, οὐδέπω καὶ νῦν εὕρηταί που κειμένη τῶν θεοπνεύστων ἱστοριῶν· τὰ μέντοι ἰσοδυναμοῦντα αὐτῇ τοῖς φιλοπόνως ἐρευνῶσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Βασιλειῶν εὑρεθήσεται, ἐν ᾗ γέγραπται· Καὶ ἐπάταξε ∆αβὶδ τὸν Ἀδραζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐ φράτην. Καὶ προκατελάβετο ∆αβὶδ τῶν αὐτοῦ χί λια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκο σι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε ∆αβὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἐξ αὐτῶν ἑκα 29.461 τὸν ἅρματα. Καὶ μετὰ βραχέα λέγει· Καὶ ἐβασί λευσε ∆αβὶδ ἐπὶ Ἰσραὴλ, καὶ ἦν ∆αβὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς. Καὶ μετ' ὀλίγα· Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ, καὶ τὴν Συρίαν Σωβᾶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας. Καὶ εἶδον οἱ δοῦλοι Ἀδρα ζὰρ, ὅτι ἔπταισαν ἀπέναντι Ἰσραὴλ, καὶ ηὐτο μόλησαν ἐπὶ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς. Ταύτῃ τῇ περικοπῇ τῆς ἱστορίας εὑρίσκομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ συμβαίνουσαν· πλήν γε ὅτι ὁ χρόνος ἐστὶ τῆς στηλογραφίας ταύτης, καθ' ὃν λαμπρότατος ἑαυτοῦ καὶ περιφανέστατος ἦν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ὁ ∆αβίδ. Ὥστε ζητή σεως