1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

81

σύμμικτον τῆς κλήσεως· ὅπως τὰ διεστῶτα συνάγει, τὰ μακρὰν συγκαλεῖ, ἕνα ποιεῖ τοὺς πολλοὺς διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐμός ἐστι, φησὶ, Γαλαάδ· καὶ ἐμός ἐστι Μανασσῆς. Καὶ τὸν Ἐφραῒμ 29.465 εἶπε, καὶ τὸν Ἰούδαν προσελάβετο· καὶ συνηρίθμησε τὸν Μωάβ. Καὶ τῆς Ἰδουμαίας ἐπιβήσεσθαι ἀπειλεῖ· καὶ πάντων ὁμοῦ τὴν ὑποταγὴν εὐαγγελίζεται· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ὁ Θεὸς οὖν ἀπώσω ἡμᾶς. Τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ σοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτη μάτων ἀπώσω. Τὰ συστήματα τῆς πονηρίας ἡμῶν καθεῖλες, [εὐεργετῶν ἡμᾶς διὰ τῆς ἀσθενείας.] Ὠρ γίσθης, ὅτε ἦμεν φύσει τέκνα ὀργῆς, ἐλπίδα μὴ ἔχον τες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Ὠκτείρησας ἡμᾶς, ὅτε τὸν Μονογενῆ σου προέθου ἱλαστήριον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα ἐν τῷ αἵματι αὐτοῦ τὴν ἀπολύτρωσιν εὕρωμεν. Ἃ οὐκ ἂν ἐγνωρίσαμεν εὐεργετού μενοι, εἰ μὴ ἐπότισας ἡμᾶς Οἶνον κατανύξεως. Οἶνον λέγει τὸν λόγον τὸν τὴν πεπωρωμένην καρδίαν εἰς συναίσθησιν ἄγοντα. Ἔδωκας τοῖς φοβου μένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Μωϋσῆς μὲν τὰς φλιὰς τῶν Ἰσραηλι τῶν τῷ αἵματι τοῦ προβάτου κατεσημήνατο· σὺ δὲ ἔδωκας ἡμῖν σημείωσιν, αὐτὸ τὸ αἷμα τοῦ ἀμώμου ἀμνοῦ τοῦ σφαγιασθέντος ὑπὲρ τῆς ἁμαρ τίας τοῦ κόσμου. Καὶ Ἰεζεκιὴλ ἐπὶ τὰ μέτωπα τῶν προσώπων δίδοσθαι λέγει τὸ σημεῖον. Πορεύε σθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείσησθε· μηδὲ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ νήπιον, καὶ παρθένον, καὶ γυναῖ κας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμα. Σίκιμα τὸ ἐξαίρετον χωρίον, τῷ Ἰωσὴφ παρὰ τοῦ Ἰακὼβ δεδομένον, τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Τὴν τοίνυν ἐξαίρετον διαθήκην καὶ κληρονομίαν τοῦ λαοῦ ταύτην εἰς μερισμὸν ἄξω, καὶ κοινὴν ποιήσω πρὸς τοὺς λοιπούς. ∆ιαμερισθείσης οὖν τῆς διαθήκης εἰς πάντας, καὶ τοῦ ἀπ' αὐτῆς ὠφελίμου κοινοῦ πᾶ σι τοῖς εὐεργετουμένοις παρὰ Θεοῦ γινομένου, τότε καὶ ἡ κοιλὰς τῶν σκηνῶν διαμετρηθήσεται· τουτ έστιν, ἡ οἰκουμένη πᾶσα, οἱονεὶ κλήροις τισὶ, ταῖς καθ' ἕκαστον τόπον παροικίαις διαιρεθήσεται. Τότε καὶ τὰ διεστῶτα συνάψει, Ὁ εἰρηνοποιῶν εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὰ ἀμφό τερα ποιήσει ἕν. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ σῆς. Ἔγγονος τοῦ Μανασσῆ ὁ Γαλαάδ· ἵνα δείξῃ τὴν τῶν πατριαρχῶν ἀκολουθίαν παρὰ Θεοῦ καθή κουσαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Τὰ ἀποῤῥαγέντα μέρη συνάπτει διὰ τῆς ὁμο 29.468 νοίας. Ὁ Μωὰβ τῆς ἐλπίδος λέβης. Ἢ, Λέβης, φησὶ, λουτροῦ, ἄλλος τις τῶν ἑρμηνευσάντων· ἢ, Λέβης ἀμεριμνίας· τουτέστιν, ὁ ἀπόβλητος ἄν θρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς Ἐκ κλησίαν Κυρίου. Οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης καὶ Ἀμμανίτης ἕως τρίτης καὶ ἕως δεκάτης γενεᾶς, καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὅμως ἐπειδὴ τὸ βάπτισμα ἄφεσιν ἔχει ἁμαρτημάτων, καὶ ἀμεριμνίας πρόξενον γίνεται τοῖς καταχρέοις, τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν καὶ πρὸς Θεὸν οἰκείωσιν ἐνδεικνύμενος, Μωὰβ, φησὶ, λέβης ἐστὶ λουτροῦ, ἢ, Λέβης ἀμερι μνίας. Πάντες οὖν ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυ γῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλεῖ τὸ ἑαυτοῦ ὑπόδημα. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Ἐπὶ ταύτῃ τῇ ἐλπίδι μακαρίζων τὸν καιρὸν τῆς τοῦ Κυρίου ἀποδημίας ὁ Προφήτης φησί· Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Τάχα τὴν Ἐκ κλησίαν λέγει· πόλιν μὲν, διὰ τὸ σύστημα εἶναι νο μίμως οἰκούμενον· περιοχῆς δὲ διὰ τὴν τῆς πί στεως περιβολήν. Ὅθεν εὐσημότατά τις τῶν ἑρμη νευσάντων ἐκδέδωκεν, Εἰς πόλιν περιπεφραγμένην. Τίς οὖν δώσει μοι τὸ μέγα τοῦτο θέαμα ἰδεῖν, Θεὸν ἀνθρώποις ἐπιδημοῦντα; Τοῦτό ἐστι τὸ εἰρημέ νον παρὰ τοῦ Κυρίου· ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.