1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

84

ἀνεπιβούλευτον ἀπολαβεῖν. Θεοῦ γεώργιον, φησὶ, Θεοῦ οἰκοδομή ἐστε. Τὴν οἰκοδομὴν ταύτην κατέσεισεν ὁ ἐχθρός· τὰ γενόμενα ἐν αὐτῇ ῥήγματα ἀνεσκεύασεν ὁ ∆ημιουργός. Οὕ τως ἀναγκαία μὲν ἡ πτῶσις διὰ τὴν ἁμαρτίαν, με γάλη δὲ ἡ ἀνάστασις διὰ τὴν ἀθανασίαν. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον 29.476 ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τιμὴ ἀνθρώπου τὸ αἷμα τοῦ Χριστοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γί νεσθε δοῦλοι ἀνθρώπων. Ταύτην οὖν τὴν τιμὴν ἐβουλεύσαντο ἄχρηστον ἡμῖν καταστῆσαι, τοὺς ἅπαξ ἐλευθερωθέντας πάλιν εἰς δουλείαν ἐνάγοντες, οἱ στρατιῶται τοῦ πονηροῦ. Ἔδραμον ἐν δίψει. Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ' ἡμῶν, διψῶντες ἡμῶν τὴν ἀπώλειαν. Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέ γοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδω λὸν καὶ ἀκοινώνητον ὡς οἰκονομικὸν ἐπαινοῦσι, τὸν ἄσωτον ὡς ἐλευθέριον, τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκο ρίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Πάλιν τῇ ψυχῇ διαλέ γεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπι τείνων. Πλὴν τῷ Θεῷ, φησὶν, ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. Ἐνδεί κνυται τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀπο στόλου λέγει· ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν. Παρ' αὐτοῦ γὰρ ἡ ὑπομονή μου. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. Μακάριος ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψη λῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν· ὁ καύχημα ἔχων ἑαυτοῦ τὸν Χριστόν· ὁ δυ νάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Νῦν δὲ πολλοὶ μὲν ἐνδοξάζονται σώματι, οἱ περὶ τοὺς γυμνικοὺς ἐσχολακότες ἀγῶνας, ἢ ὅλως οἱ ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντες· πολλοὶ δὲ τῇ κατὰ τοὺς πολέμους ἀνδρίᾳ, οἱ καὶ τὸ φονεύειν τοὺς ὁμο φύλους ἀρετὴν τιθέμενοι. Ἡ γὰρ ἐν τοῖς πολέμοις ἀριστεία καὶ τὰ τρόπαια ὑπὸ στρατηγοῦ καὶ πόλεων ἐγειρόμενα κατὰ τὴν τοῦ φονεύειν περιουσίαν γίνε ται. Ἄλλοι δοξάζονται, τείχη πόλεσι περιβάλλοντες· 29.477 καὶ ἄλλοι ἐν ὑδραγωγῶν κατασκευαῖς, καὶ γυμνασίων μεγάλων οἰκοδομήμασιν. Ὁ δεῖνα δὲ τὸν πλοῦτον ἑαυτοῦ θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαί νοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον ἐν τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δείκνυ σιν. Ἄλλος ἐπὶ πλούτῳ δοξάζεται· καὶ ἄλλος, ὅτι ῥήτωρ ἐστὶ δεινός τις καὶ ἄμαχος, ἢ τῆς κατὰ τὸν κόσμον σοφίας ἔμπειρος. Ὧν πάντων ἐλεεῖν τὴν δόξαν προσῆκε· μακαρίζειν δὲ τοὺς τὸν Θεὸν ἑαυτῶν δόξαν ποιουμένους. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ με γάλα· πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου Βασιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν, λαβὼν τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὥστε σφραγισθεὶς ἐν αὐτῷ υἱὸς ἀποδει χθῆναι Θεοῦ; Ἐν ἑαυτῷ δὲ γνοὺς τὸ ὄφελος τῆς γνη σίας ἐπὶ Θεὸν ἐλπίδος, ἐπὶ τὸν ἴσον ἑαυτοῦ ζῆλον παρα καλεῖ τὸν λαὸν, λέγων· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέ σθαι τῆς θείας χάριτος μὴ τὰ ἀπὸ κακίας πάθη προ κατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρ μακα, πρὶν ἐμετοῖς ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς