1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

88

κατὰ τὰς κυήσεις ὀδυνῶν εἰσι τεταγμέναι, ὅταν, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη, ὠθῇ τὸ ἔμβρυον πρὸς τὸ ἔξω· εἶτα θλιβόμενα τὰ γεννητικὰ μέρη, καὶ περιτεινόμενα τῷ κυήματι σπασμοῖς καὶ συνολκαῖς τῶν ἰνῶν, ὀξυτάτας ἀλγηδόνας καὶ δριμείας ὀδύνας ἐμποιεῖ ταῖς τικτούσαις. Μετήνεγκε δὲ τὰς ὠδῖνας καὶ ἐπὶ τοῦ θανάτου, τὰς περιϊσταμένας τὸ ζῶον ἐν τῷ μερισμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Οὐδὲν οὖν φησι μέτριον πεπονθέναι, ἀλλὰ μέχρι καὶ αὐτῶν πε πειρᾶσθαι τῶν ὠδίνων τοῦ θανάτου, καὶ εἰς κίνδυνον τῆς καταβάσεως τοῦ ᾅδου ἀφῖχθαι. Ἆρ' οὖν καὶ μόνα ταῦτα πέπονθεν ἐφ' οἷς σεμνύνεται, ἢ ταῦτα μὲν πολλάκις καὶ ἀκούσια; Οὐδὲν δὲ τῶν ἠναγκασμένων ἐπαινετόν. Ἀλλὰ βλέπε τὸ μεγαλοφυὲς τοῦ ἀθλητοῦ. Ἐπειδὴ γὰρ Περιέσχον με ὠδῖνες θανάτου, καὶ κίνδυνοι ᾅδου εὕροσάν με, τοσοῦτον ἀπέσχον τοῖς πειρασμοῖς τούτοις ὑποπεσεῖν, ὅτι καὶ πολλῷ τούτων πλείοσι κατὰ τὸ ἑκούσιον πειρασμοῖς ἐμαυτὸν προ εθέμην. Θλίψιν καὶ ὀδύνην ὥσπερ ἑκὼν ἐμαυτῷ ἐπεξεῦρον, οὐκ ἀκουσίως ὑπ' αὐτῶν κατελήφθην. Ἐν μὲν γὰρ τοῖς κατόπιν Κίνδυνοι ᾅδου εὕροσάν με· ἐνταῦθα δὲ Θλίψιν καὶ ὀδύνην εὗρον. Ἐπειδὴ γὰρ ἐκεῖ ἀνενδότως ἔχων εὑρέθην πρὸς τὰ παρὰ τοῦ πειράζοντος ἐπαχθέντα, ἵνα δείξω τὴν περιουσίαν τῆς πρὸς Θεὸν ἀγάπης, προσέθηκα θλίψιν ἐπὶ τῇ θλί ψει, καὶ ὀδύνην ἐπὶ τῇ ὀδύνῃ· οὐ τῇ ἐμαυτοῦ δυνά μει τῶν ἀλγεινῶν κατεπανιστάμενος, ἀλλὰ διότι τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Ἀποστόλου λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Νικᾷ μὲν γὰρ ὁ μὴ ἐνδιδοὺς τοῖς πρὸς ἀνάγκην ἐπαγομέ νοις· ὑπερνικᾷ δὲ ὁ καὶ αὐθαιρέτως ὀδύνας εἰς ἐπί δειξιν τῆς ὑπομονῆς ἐπισπώμενος. Ὁ γενόμενος ἐν ἁμαρτίᾳ τινὶ τῇ πρὸς θάνατον λεγέτω· Περιέσχον με ὠδῖνες θανάτου. Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ὅτε οὖν ἤμην, φησὶν, ἐργάτης τῆς ἁμαρτίας, καὶ ἐκυοφο ρούμην ὑπὸ τοῦ θανάτου, τότε καὶ εὑρέθην ὑπὸ τῶν τοῦ ᾅδου κινδύνων. Πῶς οὖν ἐξιασάμην ἐμαυτόν; Ἐπειδὴ θλίψιν καὶ ὀδύνην εὗρον τὴν διὰ τῆς μετανοίας. Ἀναλογοῦσαν γὰρ τῷ μεγέθει τῆς ἁμαρ 29.489 τίας τὴν ἐκ τῆς μετανοίας κάκωσιν ἐμαυτῷ ἑπ ενόησα, καὶ οὕτως ἐτόλμησα τὸ ὄνομα Κυρίου ἐπικα λέσασθαι. Τίνα δὲ ἦν ἃ εἶπον; Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Κατέχομαι ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ, σὺ δὸς τὸ ὑπὲρ ἐμοῦ λύτρον, καὶ ῥῦσαι τὴν ψυχήν μου. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος. Πανταχοῦ συνάπτει ἡ Γραφὴ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ τὴν δι καιοσύνην, διδάσκουσα ἡμᾶς, ὅτι οὔτε ὁ ἔλεος τοῦ Θεοῦ ἄκριτος, οὔτε ἡ κρίσις ἀνελεήμων. Ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις ἐπιμετρεῖ τοὺς οἰ κτιρμούς· καὶ κρίνων, ἐστοχασμένως τῆς ἀσθενείας ἡμῶν ἐπάγει τὴν κρίσιν, φιλανθρωπίᾳ μᾶλλον ἢ τῇ τοῦ ἴσου ἀντιμετρήσει ἀμυνόμενος ἡμᾶς. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν μεταπεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν κα ταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλ λόμενον, καὶ ὑπὸ τῶν αἰσχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγενόμεθα δὲ ἄδοξοι καὶ ταπει νοὶ διὰ τὴν ἔκπτωσιν, Ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ' οἵων γεγόναμεν. ∆ιὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ' οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς οἷον πτῶμα κατελήλυ θας ἀπὸ τηλικούτου ὕψους; Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Εἴτε κατὰ τὸν φυσικὸν λόγον, οὐκ ἂν συνέστη ἡ ἀνθρωπίνη φύσις, μὴ τῶν κομιδῆ νηπίων καὶ ἔτι βρεφῶν ὑπὸ τοῦ Κυρίου φυλασσομένων. Πῶς γὰρ ἢ τὰ ἐν τῇ μήτρᾳ κυοφορούμενα ἠδύ νατο τρέφεσθαι ἢ κινεῖσθαι ἐν οὕτω στενοῖς χωρίοις, καὶ μηδεμίαν ἔχουσιν ἀναστροφὴν, ἀλλ' ἐν σκοτει νοῖς τόποις καὶ ἐνύγροις τὴν ζωὴν ἔχοντα, καὶ οὔτε