1

 2

 3

 4

 5

 6

4

ἐνολισθαίνουσα. Λέσχην δὲ λέγει τὴν ἄμετρον ἐν τοῖς συμποσίοις καὶ ἐμφιλόνεικον ὁμιλίαν. Καὶ συντρίμματα διακενῆς γίνεται τοῖς οἰνόφλυ ξιν, οὐ δυναμένοις ὀρθοῦσθαι ὑπὸ τῆς μέθης. Ἀνατρέπονται γὰρ εἰς παντοῖα πτωμάτων σχήματα, ὥστε ἀναγκαῖον αὐτοὺς ἐπὶ τοῦ σώματος συντρίμ ματα ἔχειν διακενῆς. Ἀλλὰ τίς εἴπῃ ταῦτα τοῖς οἰνοπλήκτοις; Κα ρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χα σμῶνται, ἀχλὺν βλέπουσι, ναυτιῶσι. ∆ιὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐμβο ώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· καὶ πάλιν· Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη. Ὧν παρακούοντες, αὐτόθεν ἔχουσι τὰς ἐπικαρπίας τῆς μέθης. Οἰδαίνει μὲν γὰρ ὁ ὄγκος, ὀφθαλμοὶ δίυγροι, στόμα ξηρὸν καὶ διακαές. Ὥσπερ γὰρ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χεί μαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλιμπάνονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴ νου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παρα δραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Παρασυ ρόμενον δὲ ἀεὶ καὶ κατακλυζόμενον τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ζωτικὴν ἰκμάδα προσαποβάλλει. Ποία· γὰρ κατασκευὴ ἀνθρώπου οὕτως ἰσχυρὰ, ὥστε τοῖς ἐκ τῆς μέθης κακοῖς ἀντισχεῖν; Τίς γὰρ μηχανὴ τὸ ἀεὶ θερμαινόμενον καὶ ἀεὶ διάβροχον τῷ οἴνῳ γινό μενον σῶμα μὴ οὐχὶ ἔκπλυτον καὶ ἐξίτηλον καὶ διεῤῥυηκὸς γενέσθαι; Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι· κοπτομένου γὰρ αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων τῆς συντονίας, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώ ματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ' ἑαυ 31.456 τὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; Οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως πεοιδονεῖται καὶ κα τασείεται. Μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; Κινδυ νεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου, οὕτως ὅλος ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Τούτους Ἡσαΐας ὀδύρεται· Οὐαὶ οἱ ἐγει ρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένον τες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Σίκερα πᾶν τὸ δυνάμενον μέ θην ἐμποιῆσαι πόμα τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες.

Οἱ οὖν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιού των φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται, ὡς καιρὸν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν ἀπολεί ποντες. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη κα ταμαθεῖν, καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσι διακόσμησιν ἐπισκέψασθαι, ὥστε ἐκ τῆς τούτων εὐταξίας τὸν δη μιουργὸν ἐννοῆσαι· ἀλλ' εὐθὺς ἀρχομένης ἡμέρας κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια τάπησι ποικίλοις καὶ ἀνθίνοις παραπετάσμασι, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας, ὥσπερ ἐν πομ πῇ τινι καὶ πανηγύρει, διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκα νὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Συμπο σίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι, καὶ ἀρ χιτρίκλινοι· καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι ἐπινενόηται, ἵν', ὥσπερ ταῖς ἀρ χαῖς ταῖς ἔξωθεν ἐκ τῶν δορυφορούντων ἡ σεμνότης συναύξεται, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι τινὶ θερα πείαν περιστήσαντες, τὸ ἐπονείδιστον αὐτῆς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς περιστέλλωσι. Στέφανοι 31.457 ἐπὶ τούτοις καὶ ἄνθη καὶ