1

 2

 3

 4

4

Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου, Οὗτός φησι. Ποῖος οὗτος; Μὴ ἔξω διαβλέψῃ, διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν, ἀλλ' εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα, τὸν ὡς Λόγον προελθόντα, τὸν πρὸς τὸν Θεὸν ὄντα, τοῦτον γνωρίσας καὶ καταπλαγεὶς, καὶ προσκυνήσας τὸν σεαυτοῦ ∆εσπότην, τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα, γνώριζε, ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν, ἀεὶ πρὸς τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα.

Ταύτας μοι τὰς ὀλίγας φωνὰς διασώσατε, ὥσπερ σφραγῖδα ταῖς μνήμαις ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς· αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς προβαλλομένοις αὐτάς. Ἄν τίς σοι προσελθὼν λέ γοι· Οὐκ ὢν, ἐγεννήθη· εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; ὡς δαιμόνων φωνὴν ἀποτρέπου τὴν κατὰ τῆς δόξης τοῦ Μονογενοῦς βλασφημίαν. Αὐτὸς δὲ ἐπανελθὼν ἧκε πρὸς τὰς τῶν Εὐαγγελίων φωνάς· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Τέταρτον εἰπὲ τὸ, Ἦν, καὶ καταργήσεις αὐτῶν τὸ, Οὐκ ἦν. Οὗτοι ἄσειστοι μενέτωσαν οἱ θεμέλιοι τῆς πίστεως. Τούτοις ἐποικοδομήσομεν, Θεοῦ διδόντος, καὶ τὰ λειπόμενα. Οὐ γάρ ἐστι δυνατὸν περὶ πάντων ὑμῖν εἰς ἅπαξ διαλεχθῆναι, μήποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα ποιήσωμεν ὑμῖν τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ τῇ διὰ τὴν ὑπερβολὴν τοῦ κόρου εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Εὔχομαι οὖν ὑμᾶς γλυκανθῆναι μὲν τῇ γεύσει, ὠφεληθῆναι δὲ τῇ ἀναδόσει. Αὐτὸς δὲ ἕστηκα ὑμῖν ἕτοιμος πρὸς τὴν διακονίαν τῶν λειπομένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.