1

 2

 3

 4

 5

 6

3

γὰρ παρέρχεται· τὰ δὲ ἡμέτερα μένει. Μιᾶς ἐπι θυμῶ δωρεᾶς, τοῦ στεφάνου τῆς δικαιοσύνης· περὶ μίαν δόξαν ἐπτόημαι, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρα νῶν. Φιλότιμός εἰμι πρὸς τὴν ἄνω τιμήν· κόλασιν δέδοικα τὴν ἐν τῇ γεέννῃ. Πῦρ ἐκεῖνό μοι φοβερόν· τὸ δὲ παρ' ὑμῶν ἀπειλούμενον ὁμόδουλόν ἐστιν. Οἶδεν αἰδεῖσθαι τοὺς εἰδώλων καταφρονοῦντας. Βέλη νη πίων λογίζομαι τὰς πληγὰς ὑμῶν. Σῶμα γὰρ τύπτεις· ὅπερ, ἐὰν μὲν ἐπὶ πλεῖον ἀντίσχῃ, λαμπρότερον στεφανοῦται, ἐὰν δὲ θᾶττον ἀπαγορεύση, οἴχεται ἀπαλλαγὲν δικαστῶν οὕτω βιαίων, οἳ, σωμάτων ὑπηρεσίαν παραλαβόντες, ἔτι καὶ τῶν ψυχῶν κατ άρχειν φιλονεικεῖτε· οἵ γε, εἰ μὴ καὶ τοῦ Θεοῦ ἡμῶν προτιμηθείητε, ὡς τὰ ἔσχατα ὑβρισμένοι παρ' ἡμῶν, χαλεπαίνετε, καὶ τὰς φοβερὰς ταύτας κολάσεις ἐπ ανατείνεσθε, ἔγκλημα ἡμῖν ἐπάγοντες τὴν εὐσέβειαν. Ἀλλὰ γὰρ οὐ δειλοῖς, οὐδὲ φιλοζώοις, οὐδ' εὐκατα πλήκτοις ἐντεύξεσθε, ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης. Οἵδε ἡμεῖς καὶ τροχίζεσθαι, καὶ στρεβλοῦσθαι, καὶ καταπίμπρασθαι, καὶ πᾶν εἶδος βασανιστηρίων ἕτοιμοι καταδέχεσθαι. Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος, οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν, ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχα νὴν, ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατα σκευάσαι τὸν θάνατον. Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ σκοπεῖτε ὡς χαλεπήν. Περισκεψάμενος γὰρ τὴν φύσιν τῆς χώρας, ὅτι κρυμώδης, καὶ τὴν ὥραν τοῦ ἔτους, ὅτι χειμέριος, νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ 31.516 δεινὸν ἐπιτείνεται, ἄλλως δὲ καὶ τότε βορέου αὐτὴν ἐπιπνέοντος, ἐκέλευσε πάντας γυμνωθέντας ὑπὸ τὸ αἴθριον ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀπο θανεῖν.

Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χει μῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκεί μενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασ σομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δρι μεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει, τὰ δὲ, ἐφ' ἃ συνωθεῖται, ὀδύναις δί δωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος. Τότε τοίνυν αἴθριοι διανυκτερεύειν κατεδικάσθησαν, ὅτε λίμνη μὲν, περὶ ἣν ἡ πόλις κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι, οἷόν τι πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ κρυστάλλου· καὶ ἠπειρωθεῖσα τῷ κρύει, ἀσφαλῶς ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις· ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες, τῶν ῥείθρων ἔστησαν· ἥ τε ἁπαλὴ τοῦ ὕδατος φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη· βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν θάνατον ἤπειγον. Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), με τὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον, ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι. 31.517 Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν πα λαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλ λοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν.

Τί ἀνταποδῶμεν τῷ Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ τὰ τοῦ ∆εσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια.