1

 2

 3

 4

 5

 6

4

Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι' ἑαυτῶν ἀπαλείψωμεν. ∆ριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ' ἡδεῖα ἡ ἀνά παυσις. Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ' ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν ∆εσπότην ἐπαίρεσθαι. Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπε σον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες; ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ' ἀδική μασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φει σώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτού μενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον.

Τούτους τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πο λέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέ ροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπι ζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου. Μία δὲ ἦν 31.520 πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στά διον, οἱ τεσσαράκοντα στεφανωθείημεν, ∆έσποτα. Μὴ λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς. Τίμιός ἐστιν, ὃν ἐτίμησας τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν, δι' οὗ νομο θεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Τεσσαράκοντα ἡμέ ραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον, τῆς θέας ἔτυχεν. Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη· εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειπο τακτήσας ᾤχετο, πένθος ἀμύθητον τοῖς ἁγίοις κατα λιπών. Ἀλλ' οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι τὰς δεήσεις ὁ Κύριος. Ὁ γὰρ τὴν φυλακὴν τῶν μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυ μνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον, ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσ φεύγοντας. Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι λουτρὸν, ἐπενοήθη, ὀξεῖαν τὴν βοήθειαν τοῖς μετα βαλλομένοις ἐπαγγελλόμενον. Ὅπερ μέντοι τοῖς ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυ θίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν· τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν μαρτύρων. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικὸς, ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς. Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ὁ δὲ ἐπετήρει τὸ ἐκβησόμενον, εἶδε θέαμα ξένον, δυνάμεις τινὰς ἐξ οὐρανῶν κατιούσας, καὶ οἷον παρὰ βασιλέως δωρεὰς μεγάλας διανεμούσας τοῖς στρατιώταις· αἳ τοῖς μὲν ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν ἀγέραστον, ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν· ὃς εὐθὺς, πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς ἐναντίους ἀπηυτομόλησεν. Ἐλεεινὸν θέαμα τοῖς δι καίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος, τὸ Χριστοῦ πρόβατον θηριάλωτον· καὶ τό γε ἐλεεινό τερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ προσβολῇ τῆς θέρμης διαλυθείσης. Καὶ ὁ μὲν φιλό ζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν τοῖς ἁγίοις· Χριστιανός εἰμι. Καὶ τῷ ἀθρόῳ τῆς μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακι σθέντι λύπην τῇ παρ' ἑαυτοῦ προσθήκῃ παρεμυθή σατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπληροῦσι τὴν φάλαγγα, ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς διακοπῆναι τῷ λείποντι. Τοιοῦτον δή τι καὶ αὐτὸς ἐποίησεν.